Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

καί ποτε Καλλιππίδης ὁ τῶν τραγῳδιῶν ὑποκριτής, ὄνομα καί δόξαν ἔχων ἐν τοῖς Ἕλλησι καὶ σπουδαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καί προσεῖπεν, ἔπειτα σοβαρῶς εἰς τοὺς συμπεριπατοῦντας ἐμβαλὼν ἑαυτὸν ἐπεδείκνυτο νομίζων ἐκεῖνον ἄρξειν τινὸς φιλοφροσύνης, τέλος δὲ εἶπεν· οὐκ ἐπιγινώσκεις με, ὦ βασιλεῦ; κἀκεῖνος ἀποβλέψας πρὸς αὐτὸν εἶπεν, ἀλλὰ οὐ σύγε ἐσσὶ Καλλιππίδας ὁ δεικηλίκτας; οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους καλοῦσι.

παρακαλούμενος δὲ πάλιν ἀκοῦσαι τοῦ τὴν ἀηδόνα μιμουμένου, παρῃτήσατο φήσας, αὐτᾶς ἄκουκα. τοῦ δὲ ἰατροῦ Μενεκράτους, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ καί δὴ καί πρὸς ἐκεῖνον ἐπιστεῖλαι τολμήσαντος οὕτως· Μενεκράτης Ζεὺς βασιλεῖ Ἀγησιλάῳ χαίρειν, ἀντέγραψε· βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.

διατρίβοντος δὲ περὶ τήν Κορινθίων αὐτοῦ καὶ τὸ Ἡραῖον εἰληφότος καὶ τὰ αἰχμάλωτα τοὺς στρατιώτας ἄγοντας καὶ φέροντας ἐπιβλέποντος, ἀφίκοντο πρέσβεις ἐκ Θηβῶν περὶ

p.60
φιλίας. ὁ δὲ μισῶν μὲν ἀεὶ τήν πόλιν, οἰόμενος δὲ τότε καὶ συμφέρειν ἐνυβρίσαι, προσεποιεῖτο μήτε ὁρᾶν αὐτοὺς μήτε ἀκούειν ἐντυγχανόντων.

ἔπαθε δὲ πρᾶγμα νεμεσητόν· οὔπω γὰρ ἀπηλλαγμένων τῶν Θηβαίων ἧκόν τινες ἀπαγγέλλοντες αὐτῷ τήν μόραν ὑπό Ἰφικράτους κατακεκόφθαι. καὶ πάθος τοῦτο μέγα διὰ πολλοῦ χρόνου συνέπεσεν αὐτοῖς πολλοὺς γὰρ ἄνδρας ἀγαθοὺς ἀπέβαλον κρατηθέντας ὑπό τε πελταστῶν ὁπλίτας καὶ μισθοφόρων Λακεδαιμονίους.

ἀνεπήδησε μὲν οὖν εὐθὺς ὁ Ἀγησίλαος ὡς

paris.1624.608
βοηθήσων· ἐπεὶ δὲ ἔγνω διαπεπραγμένους, αὖθις εἰς τὸ Ἡραῖον ἧκε, καὶ τοὺς Βοιωτοὺς τότε προσελθεῖν κελεύσας, ἐχρημάτιζεν. ὡς δὲ ἀνθυβρίζοντες ἐκεῖνοι τῆς μὲν εἰρήνης οὐκ ἐμέμνηντο, παρεθῆναι δὲ ἠξίουν εἰς Κόρινθον, ὀργισθεὶς ὁ Ἀγησίλαος εἶπεν εἴγε βούλεσθε τοὺς φίλους ὑμῶν ἰδεῖν μέγα φρονοῦντας ἐφʼ οἷς εὐτυχοῦσιν, αὔριον ἀσφαλῶς ὑμῖν τοῦτο ὑπάρξει.

καὶ παραλαβὼν αὐτοὺς τῇ ὑστεραίᾳ τήν τε χώραν τῶν Κορινθίων ἔκοπτε καὶ πρὸς τήν πόλιν αὐτὴν προσῆλθεν. οὕτω δὲ τοὺς Κορινθίους ἐξελέγξας ἀμύνεσθαι μὴ τολμῶντας, ἀφῆκε τήν πρεσβείαν. αὐτὸς δὲ τοὺς περιλελειμμένους ἄνδρας ἐκ τῆς μόρας ἀναλαβὼν ἀπῆγεν εἰς Λακεδαίμονα, πρὸ ἡμέρας ποιούμενος τὰς ἀναζεύξεις καὶ πάλιν σκοταίους τὰς καταλύσεις, ὅπως οἱ μισοῦντες καὶ βασκαίνοντες τῶν Ἀρκάδων μὴ ἐπιχαίρωσιν·

p.62

ἐκ τούτου χαριζόμενος τοῖς Ἀχαιοῖς διέβαινεν εἰς Ἀκαρνανίαν στρατιᾷ μετʼ αὐτῶν, καὶ πολλὴν μὲν ἠλάσατο λείαν, μάχῃ δὲ τοὺς Ἀκαρνᾶνας ἐνίκησε. δεομένων δὲ τῶν Ἀχαιῶν ὅπως τὸν χειμῶνα παραμείνας ἀφέληται τὸν σπόρον τῶν πολεμίων, τοὐναντίον ἔφη ποιήσειν· μᾶλλον γὰρ φοβηθήσεσθαι τὸν πόλεμον αὐτούς, ἐὰν ἐσπαρμένην τήν γῆν εἰς ὥρας ἔχωσιν ὃ καὶ συνέβη, παραγγελλομένης γὰρ αὖθις ἐπʼ αὐτοὺς στρατείας διηλλάγησαν τοῖς Ἀχαιοῖς.