Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

χωρὶς δὲ τῶν ἐμφανῶν τούτων ἔκνιζεν αὐτὸν οὐ μετρίως ὁ τοῦ παιδὸς ἔρως ἐνεσταγμένος, εἰ καί πάνυ παρόντος αὐτοῦ τῷ φιλονείκῳ χρώμενος ἐπειρᾶτο νεανικῶς ἀπομάχεσθαι πρὸς τὴν ἐπιθυμίαν. καί ποτε τοῦ Μεγαβάτου προσιόντος ὡς ἀσπασομένου καί φιλήσοντος ἐξέκλινεν.

ἐπεὶ δὲ ἐκεῖνος αἰσχυνθεὶς ἐπαύσατο καί τὸ λοιπὸν ἄπωθεν ἤδη προσηγόρευεν, ἀχθόμενος αὖ πάλιν καί μεταμελόμενος τῇ φυγῇ τοῦ φιλήματος, ὁ Ἀγησίλαος προσεποιεῖτο θαυμάζειν ὅ τι δὴ παθὼν αὐτὸν ὁ Μεγαβάτης ἀπὸ στόματος οὐ φιλοφρονοῖτο. σὺ γὰρ αἴτιος. οἱ συνήθεις ἔφασαν, οὐχ ὑποστάς, ἀλλὰ τρέσας τὸ φίλημα τοῦ καλοῦ καί φοβηθείς· ἐπεὶ καί νῦν ἂν ἔλθοι σοι πεισθεὶς ἐκεῖνος ἐντὸς φιλήματος· ἀλλʼ ὅπως αὖθις οὐκ ἀποδειλιάσεις.