Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

καί λαβὼν παρʼ αὐτοῦ χιλίους ἱππεῖς καί δισχιλίους πελταστὰς αὖθις ἀνεχώρησεν εἰς Φρυγίαν, καί κακῶς ἐποίει τὴν Φαρναβάζου χώραν οὐχ ὑπομένοντος οὐδὲ πιστεύοντος τοῖς ἐρύμασιν, ἀλλὰ ἔχων ἀεὶ τὰ πλεῖστα σὺν ἑαυτῷ τῶν τιμίων καί ἀγαπητῶν ἐξεχώρει καί ὑπέφευγεν ἄλλοτε ἀλλαχόσε τῆς χώρας μεθιδρυόμενος, μέχρι οὗ παραφυλάξας αὐτὸν ὁ Σπιθριδάτης καί παραλαβὼν Ἡριππίδαν τὸν Σπαρτιάτην ἔλαβε τὸ στρατόπεδον καί τῶν χρημάτων ἁπάντων ἐκράτησεν.

ἔνθα δὴ πικρὸς ὢν ὁ Ἡριππίδας ἐξεταστὴς τῶν κλαπέντων, καί τοὺς βαρβάρους ἀναγκάζων ἀποτίθεσθαι, καί πάντα ἐφορῶν καί διερευνώμενος, παρώξυνε τὸν Σπιθριδάτην, ὥστε ἀπελθεῖν εὐθὺς εἰς Σάρδεις μετὰ τῶν Παφλαγόνων. τοῦτο λέγεται τῷ Ἀγησιλάῳ γενέσθαι πάντων

paris.1624.602
p.30
ἀνιαρότατον. ἤχθετο μὲν γὰρ ἄνδρα γενναῖον ἀποβεβληκὼς τὸν Σπιθριδάτην καί σὺν αὐτῷ δύναμιν οὐκ ὀλίγην, ᾐσχύνετο δὲ τῇ διαβολῇ τῆς μικρολογίας καί ἀνελευθερίας, ἥς οὐ μόνον αὑτόν, ἀλλὰ καί τὴν πατρίδα καθαρεύουσαν ἀεὶ παρέχειν ἐφιλοτιμεῖτο.