Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὐ μὴν ὑφήκατο τῆς στρατιωτικῆς τόλμης εἰς ἀξίωμα προεληλυθὼς ἡγεμόνος, ἀλλὰ καὶ χειρὸς ἐπιδεικνύμενος ἔργα θαυμαστὰ καὶ τὸ σῶμα τοῖς ἀγῶσιν ἀφειδῶς ἐπιδιδούς, τῶν ὄψεων ἀπέβαλε τὴν ἑτέραν ἐκκοπεῖσαν. ἐπὶ τούτῳ δὲ καὶ καλλωπιζόμενος ἀεὶ διετέλει. τοὺς μὲν γὰρ ἄλλους οὐκ ἀεὶ τὰ μαρτύρια τῶν ἀριστειῶν περιφέρειν, ἀλλὰ καὶ ἀποτίθεσθαι στρεπτὰ καὶ δόρατα καὶ στεφάνους, αὐτῷ δὲ τῆς ἀνδραγαθίας παραμένειν τὰ γνωρίσματα, τοὺς αὐτοὺς ἔχοντι τῆς ἀρετῆς ἅμα καὶ τῆς συμφορᾶς θεατάς.

ἀπέδωκε δὲ καὶ ὁ δῆμος αὐτῷ τιμὴν πρέπουσαν. εἰσελθόντα γὰρ εἰς θέατρον ἐδέξαντό τε κρότῳ καὶ κατευφήμησαν, ὧν οὐδὲ τοῖς πάνυ προήκουσιν ἡλικίᾳ τε καὶ δόξῃ τυχεῖν ἦν ῥᾴδιον. δημαρχίαν μέντοι μετιών Σύλλα καταστασιάσαντος αὑτὸν ἐξέπεσε· διὸ

paris.1624.570
καὶ δοκεῖ γενέσθαι μισοσύλλας.

ἐπεὶ δὲ Μάριος μὲν ὑπὸ Σύλλα κρατηθεὶς ἔφευγε, Σύλλας δὲ Μιθριδάτῃ πολεμήσων ἀπῆρε, τῶν δὲ ὑπάτων Ὀκτάβιος μὲν ἐπὶ τῆς Σύλλα προαιρέσεως ἔμενε, Κίννας δὲ νεωτερίζων ὑποφερομένην ἀνεκαλεῖτο τὴν Μαρίου στάσιν, τούτῳ προσένειμεν αὑτὸν ὁ Σερτώριος, ἄλλως τε καὶ τὸν Ὀκτάβιον ὁρῶν αὑτὸν μὲν ἀμβλύτερον ὄντα, τοῖς δὲ Μαρίου φίλοις ἀπιστοῦντα.