Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπεὶ δὲ τῶν στρατιωτῶν ἐν ἀφθόνοις ὑβριζόντων καὶ τὰ πολλὰ μεθυόντων καταφρονήσαντες οἱ βάρβαροι μετεπέμψαντο νυκτὸς ἐπικουρίαν παρὰ τῶν ἀστυγειτόνων Ὠριτανῶν καὶ κατʼ οἰκίας ἐπιόντες ἔκτεινον αὐτούς, ὑπεκδὺς ὁ Σερτώριος μετʼ ὀλίγων καὶ τοὺς ἐκπίπτοντας συναγαγών κύκλῳ τὴν πόλιν περιῆλθε· καὶ καθʼ ἃς οἱ βάρβαροι πύλας ἔλαθον παρεισπεσόντες ἀνεῳγμένας εὑρών, οὐ ταὐτὸν ἐκείνοις ἔπαθεν, ἀλλὰ φρουρὰς ἐπιστήσας καὶ καταλαβὼν πανταχόθεν τὴν πόλιν ἔκτεινε τοὺς ἐν ἡλικίᾳ πάντας.

ὡς δὲ ἀνῃρέθησαν, ἐκέλευσε τοὺς στρατιώτας πάντας τὰ μὲν αὑτῶν ὅπλα καὶ τὴν ἐσθῆτα καταθέσθαι, τοῖς δὲ τῶν βαρβάρων ἐνσκευασαμένους ἕπεσθαι πρὸς τὴν πόλιν ἐκείνην ἐξ ἧς ἀπεστάλησαν οἱ νύκτωρ ἐπιπεσόντες αὐτοῖς. ψευσάμενος δὲ τῇ τῶν ὅπλων ὄψει τοὺς βαρβάρους τάς τε πύλας ἀνεῳγμένας εὗρε καὶ πλῆθος ἀνθρώπων ἔλαβεν οἰομένων ἀπαντᾶν εὖ πεπραχόσι φίλοις καὶ πολίταις. διὸ πλεῖστοι μὲν ὑπὸ τῶν Ῥωμαίων ἐσφάττοντο περὶ τὰς πύλας, οἱ δὲ λοιποὶ παραδόντες ἑαυτοὺς ἐπράθησαν.

ἐκ τούτου Σερτώριος ἐν τῇ Ἰβηρίᾳ διεβοήθη· καὶ ὅτε πρῶτον ἐπανῆκεν εἰς Ῥώμην, ταμίας ἀποδείκνυται τῆς περὶ Πάδον Γαλατίας, ἐν δέοντι. τοῦ γὰρ Μαρσικοῦ πολέμου συνισταμένου, στρατιώτας τε προσταχθὲν αὐτῷ καταλέγειν καὶ ὅπλα ποιεῖσθαι, σπουδὴν καὶ τάχος

p.10
προσθεὶς τῷ ἔργῳ παρὰ τὴν τῶν ἄλλων νέων βραδυτῆτα καὶ μαλακίαν ἀνδρὸς ἐμπράκτως βιωσομένου δόξαν ἔσχεν.