Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐν δʼ Ἰβηρίᾳ τῶν περὶ Σερτώριον συγκλητικῶν καὶ ἰσοτίμων, ὡς πρῶτον εἰς ἀντίπαλον ἐλπίδα κατέστησαν, ἐπανέντος τοῦ φόβου, φθόνος ἥπτετο καὶ ζῆλος ἀνόητος τῆς ἐκείνου δυνάμεως, ἐνῆγε δὲ Περπέννας διʼ εὐγένειαν ἐπαιρόμενος φρονήματι κενῷ πρὸς τὴν ἡγεμονίαν, καὶ λόγους μοχθηροὺς διεδίδου κρύφα τοῖς ἐπιτηδείοις·

τίς ἄρα πονηρὸς ἡμᾶς ὑπολαβὼν ἐκ κακῶν εἰς χείρονα φέρει δαίμων, οἳ Σύλλᾳ μὲν ὁμοῦ τι συμπάσης ἄρχοντι γῆς καὶ θαλάττης ποιεῖν τὸ προσταττόμενον οὐκ ἠξιοῦμεν οἴκοι μένοντες, δεῦρο δὲ φθαρέντες ὡς ἐλεύθεροι βιωσόμενοι

p.68
δουλεύομεν ἑκουσίως τὴν Σερτωρίου δορυφοροῦντες φυγήν, ὄνομα χλευαζόμενον ὑπὸ τῶν ἀκουόντων, σύγκλητος, ὄντες, ὕβρεις δὲ καὶ προστάγματα καὶ πόνους οὐκ ἐλάττονας Ἰβήρων καὶ Λυσιτανῶν ὑπομένοντες;

τοιούτων ἀναπιμπλάμενοι λόγων οἱ πολλοὶ φανερῶς μὲν οὐκ ἀφίσταντο, δεδοικότες αὐτοῦ τὴν δύναμιν, κρύφα δὲ τάς τε πράξεις ἐλυμαίνοντο, καὶ τοὺς βαρβάρους ἐκάκουν κολάζοντες πικρῶς καὶ δασμολογοῦντες, ὡς Σερτωρίου κελεύοντος. ἐξ ὧν ἀποστάσεις ἐγίνοντο καὶ ταραχαὶ περὶ τάς πόλεις.

οἱ δὲ πεμπόμενοι ταῦτα θεραπεύειν καὶ ἀποπραΰνειν ἐπανήρχοντο πλείονας ἐξειργασμένοι πολέμους καὶ τάς ὑπαρχούσας ηὐξηκότες ἀπειθείας, ὥστε τὸν Σερτώριον ἐκ τῆς προτέρας ἐπιεικείας καὶ πρᾳότητος μεταβαλόντα περὶ τοὺς ἐν Ὄσκῃ τρεφομένους παρανομῆσαι παῖδας τῶν Ἰβήρων, τοὺς μὲν ἀνελόντα, τοὺς δὲ ἀποδόμενον.