Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ταῦτα ἀπαγγελθέντα Μιθριδάτης διὰ

paris.1624.581
θάμβους ἐποιεῖτο· καὶ λέγεται μὲν εἰπεῖν πρὸς τοὺς φίλους· τί δῆτα προστάξει Σερτώριος ἐν Παλατίῳ καθεζόμενος, εἰ νῦν εἰς τὴν Ἀτλαντικὴν ἐξεωσμένος θάλασσαν ὅρους ἡμῶν τῇ βασιλείᾳ τίθησι καὶ πειρωμένοις Ἀσίας ἀπειλεῖ πόλεμον;
p.66

οὐ μὴν ἀλλὰ γίνονταί γε συνθῆκαι καὶ ὅρκοι, Καππαδοκίαν καὶ Βιθυνίαν ἔχειν Μιθριδάτην· Σερτωρίου στρατηγὸν αὐτῷ καὶ στρατιώτας πέμποντος, Σερτώριον δὲ παρὰ Μιθριδάτου λαβεῖν τρισχίλια τάλαντα καὶ τεσσαράκοντα ναῦς.

πέμπεται δὲ καὶ στρατηγὸς εἰς Ἀσίαν ὑπὸ Σερτωρίου τῶν ἀπὸ βουλῆς πεφευγότων πρὸς αὐτὸν Μᾶρκος Μάριος, ᾧ συνεξελών τινας πόλεις τῶν Ἀσιάδων ὁ Μιθριδάτης εἰσελαύνοντι μετὰ ῥάβδων καὶ πελέκεων αὐτὸς εἵπετο δευτέραν τάξιν καὶ σχῆμα θεραπεύοντος ἑκουσίως ἀνειληφώς.

ὁ δὲ τὰς μὲν ἠλευθέρου, ταῖς δὲ ἀτέλειαν γράφων χάριτι Σερτωρίου κατήγγελεν, ὥστε τὴν Ἀσίαν αὖθις ἐνοχλουμένην μὲν ὑπὸ τῶν τελωνῶν, βαρυνομένην δὲ ταῖς πλεονεξίαις καὶ ὑπερηφανίαις τῶν ἐπισκήνων, ἀναπτοηθῆναι πρὸς τὴν ἐλπίδα καὶ ποθεῖν τὴν προσδοκωμένην μεταβολὴν τῆς ἡγεμονίας.