Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὐ γὰρ εἶχεν ὁ Μέτελλος ὅ τι χρήσαιτο προσπολεμῶν ἀνδρὶ τολμητῇ πάσης ἐξαναδυομένῳ φανερᾶς μάχης, πᾶσαν δὲ μεταβαλλομένῳ μεταβολὴν εὐσταλείᾳ καὶ κουφότητι τῆς Ἰβηρικῆς στρατιᾶς, αὐτὸς ὁπλιτικῶν καὶ νομίμων ἀσκητὴς γεγονὼς ἀγώνων καὶ στρατηγὸς ἐμβριθοῦς καὶ μονίμου φάλαγγος, ὤσασθαι μὲν εἰς χεῖρας ἐλθόντας πολεμίους καὶ καταβαλεῖν ἄριστα γεγυμνασμένης, ὀρειβατεῖν δὲ καὶ συνηρτῆσθαι διώξεσι καὶ φυγαῖς ἀπαύστοις ἀνθρώπων ὑπηνεμίων καὶ λιμὸν ἀνέχεσθαι καὶ δίαιταν ἄπυρον καὶ ἄσκηνον, ὥσπερ ἐκεῖνοι, μὴ δυναμένης.

ἔτι δὲ αὐτὸς μὲν ἤδη πρεσβύτερος ἦν καί τι καί πρὸς ἀνειμένην ἤδη καί τρυφερὰν δίαιταν ἐκ πολλῶν ἀγώνων καί μεγάλων ἐνδεδωκώς, τῷ δὲ Σερτωρίῳ συνειστήκει πνεύματος ἀκμαίου γέμοντι καί κατεσκευασμένον ἔχοντι θαυμασίως τὸ σῶμα ῥώμῃ καί τάχει καί λιτότητι.

μέθης μὲν γὰρ οὐδὲ ῥᾳθυμῶν ἥπτετο, πόνους δὲ μεγάλους καί μακρὰς ὁδοιπορίας καί συνεχεῖς ἀγρυπνίας ὀλίγοις εἴθιστο καί φαύλοις ἀρκούμενος σιτίοις διαφέρειν, πλάνοις δὲ χρώμενος ἀεὶ καί κυνηγεσίοις ὁπότε σχολάζοι, πάσης διεκδύσεως

p.34
φεύγοντι καί διώκοντι κυκλώσεως ἀβάτων τε καί βασίμων τόπων ἐμπειρίαν προσειλήφει. διὸ τῷ μὲν εἰργομένῳ μάχης ὅσα νικώμενοι πάσχουσιν ἄνθρωποι βλάπτεσθαι συνέβαινεν, ὁ δὲ τῷ φεύγειν εἶχε τὰ τῶν διωκόντων.

καί γὰρ ὑδρείας ἀπέκοπτε καί σιτολογίας εἶργε, καί προϊόντι μὲν ἐκποδὼν ἦν, ἐκίνει δὲ ἱδρυνθέντα, πολιορκοῦντι δὲ ἄλλους ἐπιφαινόμενος ἀντεπολιόρκει ταῖς τῶν ἀναγκαίων ἀπορίαις, ὥστε τοὺς στρατιώτας ἀπαγορεύειν, καί τοῦ Σερτωρίου μονομαχῆσαι προκαλουμένου τὸν Μέτελλον, βοᾶν καί κελεύειν μάχεσθαι στρατηγὸν στρατηγῷ καί Ῥωμαῖον Ῥωμαίῳ, ἀναδυόμενον δὲ χλευάζειν.