Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὕτως δὲ χειροήθεις ποιησάμενος αὐτούς ἐχρῆτο πρὸς ἅπαντα μετριωτέροις, οὐχ ὑπʼ ἀνδρὸς ἀλλοδαποῦ λογισμῶν, ἀλλʼ ὑπὸ θεοῦ στρατηγεῖσθαι πειθομένοις, ἅμα καὶ τῶν πραγμάτων ἐπιμαρτυρούντων τῷ παρὰ λόγον τὴν δύναμιν αὐξάνεσθαι.

δισχιλίοις γὰρ ἑξακοσίοις οὓς ὠνόμαζε Ῥωμαίους, συμμείκτοις δὲ ἑπτακοσίοις Λιβύων εἰς Λυσιτανίαν αὐτῷ συνδιαβᾶσι πελταστὰς τετρακισχιλίους Λυσιτανῶν καὶ ἱππεῖς ἑπτακοσίους προσλαβὼν ἐπολέμει τέτταρσι Ῥωμαίων στρατηγοῖς, ὑφʼ οἷς ἦσαν πεζῶν μὲν δώδεκα μυριάδες, ἱππεῖς δὲ ἑξακισχίλιοι, τοξόται δὲ καὶ σφενδονῆται δισχίλιοι, πόλεις δὲ ἀναρίθμητοι τὸ πλῆθος, αὐτὸς εἴκοσι τὰς πάσας ἐν ἀρχῇ κεκτημένος.

ἀλλʼ ὅμως ἀσθενὴς οὕτω καὶ μικρὸς ἀρξάμενος οὐ μόνον ἐθνῶν ἐκράτησε μεγάλων καὶ πόλεις εἷλε πολλάς, ἀλλὰ καὶ τῶν ἀντιστρατήγων Κότταν μὲν ἐν τῷ περὶ τὴν Μελλαρίαν πορθμῷ κατεναυμάχησε, Φουφίδιον δὲ τὸν ἄρχοντα τῆς Βαιτικῆς περὶ τὸν Βαῖτιν ἐτρέψατο

paris.1624.574
δισχιλίους ἀποκτείνας Ῥωμαίων, Δομίτιον δὲ Λεύκιον[*](Λεύκιον the conjecture of Sint.2, after Amyot, for the MS. καὶ Λούσιον; Reiske, followed by Sint.1 and Bekker, read Καλουίσιον.) ἀνθύπατον ὄντα τῆς ἑτέρας Ἰβηρίας διὰ τοῦ ταμίου καταγωνισάμενος,

καὶ Θώράνιον, ἄλλον ἡγεμόνα τῶν ὑπὸ Μετέλλου πεμφθέντων μετὰ δυνάμεως, ἀνεῖλεν, αὐτόν τε τὸν Μέτελλον,

p.32
ἄνδρα Ῥωμαίων ἐν τοῖς τότε μέγιστον καὶ δοκιμώτατον, οὐκ ὀλίγοις σφάλμασι περιβαλὼν εἰς τοσαύτην ἀπορίαν κατέστησεν ὥστε Λεύκιον μὲν Μάλλιον ἐκ τῆς περὶ Ναρβῶνα Γαλατίας ἐλθεῖν αὐτῷ βοηθόν, Πομπήϊον δὲ Μᾶγνον ἐκ Ῥώμης κατὰ τάχος ἀποσταλῆναι μετὰ δυνάμεως.