Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

θορυβουμένων δʼ, ὡς εἰκός, αὐτῶν, καὶ τοῦ Νικίου μηδὲν ἔχοντος εἰπεῖν, ἀλλʼ ἄχει καὶ θαύματι πεπληγότος, ὁ μὲν δῆμος εὐθὺς ὥρμητο τοὺς Ἀργείους καλεῖν καὶ ποιεῖσθαι συμμάχους, ἐβοήθησε δὲ τῷ Νικίᾳ σεισμός τις διὰ μέσου γενόμενος καὶ διαλύσας τὴν ἐκκλησίαν. τῇ δʼ ὑστεραίᾳ πάλιν τοῦ δήμου συνελθόντος πολλὰ ποιήσας καὶ εἰπὼν ἔπεισε μόλις ἐπισχεῖν τὰ πρὸς Ἀργείους, αὐτὸν δὲ πέμψαι πρὸς Λακεδαιμονίους, ὡς πάντων καλῶς γενησομένων.

ἐλθὼν δʼ εἰς Σπάρτην τἆλλα μὲν ὡς ἀνὴρ ἀγαθὸς καὶ πρόθυμος εἰς αὐτοὺς ἐτιμήθη, πράξας δʼ οὐδέν, ἀλλὰ κρατηθεὶς ὑπὸ τῶν βοιωτιαζόντων ἐπανῆλθεν, οὐ μόνον ἀδοξῶν καὶ κακῶς ἀκούων, ἀλλὰ καὶ δεδιὼς τοὺς Ἀθηναίους λυπουμένους καὶ ἀγανακτοῦντας ὅτι πεισθέντες ὑπʼ ἐκείνου τοσούτους καὶ τοιούτους ἄνδρας ἀπέδωκαν· οἱ γὰρ ἐκ Πύλου κομισθέντες ἦσαν ἐξ οἴκων τε πρώτων τῆς Σπάρτης, καὶ φίλους καὶ συγγενεῖς τοὺς δυνατωτάτους ἔχοντες.

οὐ μὴν ἔπραξάν τι τραχύτερον ὀργῇ πρὸς ἐκεῖνον, ἀλλὰ τὸν Ἀλκιβιάδην στρατηγὸν εἵλοντο, καὶ Μαντινεῖς καὶ Ἠλείους Λακεδαιμονίων ἀποστάντας ἐποιήσαντο συμμάχους μετʼ Ἀργείων, καὶ λῃστὰς εἰς Πύλον ἔπεμψαν κακουργεῖν τὴν Λακωνικήν· ἐξ ὧν αὖθις εἰς πόλεμον κατέστησαν.