Nicias

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

πραττομένων δὲ τούτων ὁ Ἀλκιβιάδης οὔτε πρὸς ἡσυχίαν εὖ πεφυκώς, καὶ τοῖς Λακεδαιμονίοις ἀχθόμενος ὅτι τῷ Νικίᾳ προσέκειντο καὶ προσεῖχον, αὐτὸν δʼ ὑπερεώρων καὶ κατεφρόνουν, ἐν ἀρχῇ μὲν εὐθὺς ὑπεναντιωθεὶς τῇ εἰρήνῃ καὶ ἀντιστὰς οὐδὲν ἐπέραινεν, ὀλίγῳ δʼ ὕστερον ὁρῶν οὐκ ἔτι τοῖς Ἀθηναίοις ὁμοίως ἀρέσκοντας τοὺς Λακεδαιμονίους, ἀλλʼ ἀδικεῖν δοκοῦντας ὅτι Βοιωτοῖς ἔθεντο συμμαχίαν καὶ Πάνακτον ἑστῶσαν οὐ παρέδωκαν οὐδʼ Ἀμφίπολιν, ἐπεφύετο ταῖς αἰτίαις καὶ παρώξυνε τὸν δῆμον ἐφʼ ἑκάστῃ.

τέλος δὲ πρεσβείαν μεταπεμψάμενος Ἀργείων ἔπραττε συμμαχίαν πρὸς τοὺς Ἀθηναίους. ἐπεὶ δὲ πρέσβεις ἐλθόντες ἐκ Λακεδαίμονος αὐτοκράτορες καὶ τῇ βουλῇ προεντυγχάνοντες ἔδοξαν ἐπὶ πᾶσιν ἥκειν τοῖς δικαίοις, δείσας ὁ Ἀλκιβιάδης μὴ καὶ τὸν δῆμον ἀπὸ τῶν αὐτῶν λόγων ἐπαγάγωνται, περιῆλθεν αὐτοὺς διʼ ἀπάτης καὶ ὅρκων ὡς ἅπαντα συμπράξων, ἂν μὴ φῶσι μηδʼ ὁμολογήσωσιν ἥκειν αὐτοκράτορες· μάλιστα γὰρ οὕτως ἃ βούλονται γενήσεσθαι.

πεισθέντων δὲ καὶ μεταστάντων ἀπὸ τοῦ Νικίου πρὸς ἐκεῖνον, ἐμβαλὼν αὐτοὺς εἰς τὸν δῆμον ἠρώτα πρῶτον εἰ περὶ πάντων ἥκουσιν αὐτοκράτορες· ὡς δʼ ἠρνοῦντο, παρʼ ἐλπίδας μεταβαλόμενος τήν τε βουλὴν ἐπεκαλεῖτο μάρτυρα τῶν λόγων, καὶ τὸν δῆμον ἐκέλευε μὴ προσέχειν μηδὲ πιστεύειν οὕτω περιφανῶς ψευδομένοις καὶ νῦν μὲν ταῦτα, νῦν δὲ τἀναντία περὶ τῶν αὐτῶν λέγουσι.