Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἠνία μὲν οὖν ταῦτα τὸν Μάριον· ἔτι δὲ ἡγούμενος ἐλάττονα τοῦ φθονεῖσθαι τὸν Σύλλαν, ἐχρῆτο πρὸς τὰς στρατείας, τὸ μὲν δεύτερον ὑπατεύων πρεσβευτῇ, τὸ δὲ τρίτον χιλιάρχῳ, καὶ πολλὰ διʼ ἐκείνου τῶν χρησίμων κατωρθοῦτο. πρεσβεύων τε γὰρ ἡγεμόνα Τεκτοσάγων Κόπιλλον εἷλε, καὶ χιλιαρχῶν μέγα καὶ πολυάνθρωπον ἔθνος Μαρσοὺς ἔπεισε φίλους γενέσθαι καὶ συμμάχους Ῥωμαίων,

ἐκ δὲ τούτων τὸν Μάριον

paris.1624.453
p.332
αἰσθόμενος ἀχθόμενον αὐτῷ καὶ μηκέτι προϊέμενον ἡδέως πράξεων ἀφορμάς, ἀλλὰ ἐνιστάμενον τῇ αὐξήσει, Κάτλῳ, τῷ συνάρχοντι τοῦ Μαρίου, προσένειμεν ἑαυτόν, ἀνδρὶ χρηστῷ μέν, ἀμβλυτέρῳ δὲ πρὸς τοὺς ἀγῶνας, ὑφʼ οὗ τὰ πρῶτα καὶ μέγιστα πιστευόμενος εἰς δύναμιν ἅμα δόξῃ προῄει.

καὶ πολέμῳ μὲν αἱρεῖ πολὺ μέρος τῶν ἐν ταῖς Ἄλπεσι βαρβάρων, ἐπιλιπούσης δὲ τῆς ἀγορᾶς ἀναδεξάμενος τὴν ἐπιμέλειαν τοσαύτην ἐποίησε περιουσίαν, ὥστε τῶν Κάτλου στρατιωτῶν ἐν ἀφθόνοις διαγόντων καὶ τοῖς Μαρίου προσπαρασχεῖν. ἐφʼ ᾧ φησιν αὐτὸς ἰσχυρῶς ἀνιᾶσαι τὸν Μάριον.

ἡ μὲν οὖν ἔχθρα βραχεῖαν οὕτω καὶ μειρακιώδη λαβοῦσα τὴν πρώτην ὑπόθεσιν καὶ ἀρχήν, εἶτα χωροῦσα διʼ αἵματος ἐμφυλίου καὶ στάσεων ἀνηκέστων ἐπὶ τυραννίδα καὶ σύγχυσιν ἁπάντων πραγμάτων, ἀπέδειξε τὸν Εὐριπίδην σοφὸν ἄνδρα καὶ πολιτικῶν ἐπιστήμονα νοσημάτων, διακελευσάμενον φυλάττεσθαι τὴν φιλοτιμίαν ὡς ὀλεθριωτάτην καὶ κακίστην δαίμονα τοῖς χρωμένοις.