Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἀποδειχθεὶς δὲ ταμίας ὑπατεύοντι Μαρίῳ τὴν πρώτην ὑπατείαν, συνεξέπλευσεν εἰς Λιβύην πολεμήσων Ἰογόρθαν. γενόμενος δὲ ἐπὶ στρατοπέδου τά τε ἄλλα παρεῖχεν ἑαυτὸν εὐδόκιμον, καὶ καιρῷ παραπεσόντι χρησάμενος εὖ φίλον ἐποιήσατο τὸν τῶν Νομάδων βασιλέα Βόκχον. πρεσβευτὰς γὰρ αὐτοῦ λῃστήριον Νομαδικὸν ἐκφυγόντας ὑποδεξάμενος καὶ φιλοφρονηθείς, δῶρα καὶ πομπὴν ἀσφαλῆ παρασχὼν ἀπέστειλεν.

ὁ δὲ Βόκχος ἐτύγχανε μὲν ἔτι γε πάλαι γαμβρὸν ὄντα μισῶν καὶ φοβούμενος τὸν Ἰογόρθαν, τότε δὲ ἡττημένῳ καὶ πεφευγότι πρὸς αὐτὸν ἐπιβουλεύων ἐκάλει τὸν Σύλλαν, διʼ ἐκείνου μάλιστα

p.330
βουλόμενος τὴν σύλληψιν καὶ παράδοσιν τοῦ Ἰογόρθα γενέσθαι ἢ διʼ αὑτοῦ, κοινωσάμενος δὲ τῷ Μαρίῳ καὶ λαβὼν στρατιώτας ὀλίγους ὁ Σύλλας τὸν μέγιστον ὑπέδυ κίνδυνον, ὅτι βαρβάρῳ καὶ πρὸς τοὺς οἰκειοτάτους ἀπίστῳ πιστεύσας, ὑπὲρ τοῦ παραλαβεῖν ἕτερον ἑαυτὸν ἐνεχείρισεν.

οὐ μὴν ἀλλὰ ὁ Βόκχος ἀμφοτέρων κύριος γενόμενος, καὶ καταστήσας ἑαυτὸν εἰς ἀνάγκην τοῦ παρασπονδῆσαι τὸν ἕτερον, καὶ πολλὰ διενεχθεὶς τῇ γνώμῃ, τέλος ἐκύρωσε τὴν πρώτην προδοσίαν καὶ παρέδωκε τῷ Σύλλᾳ τὸν Ἰογόρθαν. ὁ μὲν οὖν θριαμβεύων ἐπὶ τούτῳ Μάριος ἦν, ?; δὲ δόξα τοῦ κατορθώματος, ἣν ὁ Μαρίου φθόνος Σύλλᾳ προσετίθει, παρελύπει τὸν Μάριον ἡσυχῇ.

καὶ γὰρ αὐτὸς ὁ Σύλλας φύσει τε μεγάλαυχος ὢν καὶ τότε πρῶτον ἐκ βίου ταπεινοῦ καὶ ἀγνῶτος ἔν τινι λόγῳ γεγονὼς παρὰ τοῖς πολίταις, καὶ τοῦ τιμᾶσθαι γευόμενος, εἰς τοῦτο φιλοτιμίας προῆλθεν ὥστε γλυψάμενος ἐν δακτυλίῳ φορεῖν εἰκόνα τῆς πράξεως, καὶ ταύτῃ γε χρώμενος ἀεὶ διετέλεσεν. ἦν δὲ ἡ γραφὴ Βόκχος μὲν παραδιδούς, Σύλλας δὲ παραλαμβάνων τὸν Ἰογόρθαν.