Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

τότε δὲ πρεσβευτῶν παρὰ τοῦ Μιθριδάτου

paris.1624.467
παραγενομένων καὶ τὰ μὲν ἄλλα φασκόντων δέχεσθαι, Παφλαγονίαν δὲ ἀξιούντων μὴ ἀφαιρεθῆναι, τὰς δὲ ναῦς οὐδὲ ὅλως ὁμολογηθῆναι, χαλεπήνας ὁ Σύλλας, τί φατε; εἶπε, Μιθριδάτης Παφλαγονίας ἀντιποιεῖται καὶ περὶ τῶν νεῶν ἔξαρνός ἐστιν, ὃν ἐγὼ προσκυνήσειν ἐνόμιζον, εἰ τὴν δεξιὰν αὐτῷ καταλείποιμι χεῖρα, διʼ ἧς τοσούτους Ῥωμαίων ἀνεῖλεν;

ἑτέρας μέντοι τάχα φωνὰς ἀφήσει διαβάντος εἰς Ἀσίαν ἐμοῦ νῦν δὲ ἐν Περγάμῳ καθήμενος ὃν οὐχ ἑώρακε διαστρατηγεῖ πόλεμον. οἱ μὲν οὖν πρέσβεις φοβηθέντες ἡσύχαζον, ὁ δὲ Ἀρχέλαος ἐδεῖτο τοῦ Σύλλα καὶ κατεπράϋνε τὴν ὀργήν, ἁπτόμενος τῆς δεξιᾶς αὐτοῦ καὶ δακρύων. τέλος δʼ ἔπεισεν ἀποσταλῆναι αὐτὸς[*](ἀποσταλῆναι αὐτὸς Sintenis1 and Bekker, after Emperius: ἀποσταλῆναι. The best MS. (Sg) has αὐτούς.) πρὸς τὸν Μιθριδάτην

p.402
διαπράξεσθαι γὰρ ἐφʼ οἷς βούλεται τὴν εἰρήνην, εἰ δὲ μὴ πείθοι, κτενεῖν αὐτὸς αὐτόν.