Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

τούτων ὁμολογηθέντων ἀναστρέψας ἐβάδιζε διὰ Θετταλίας καὶ Μακεδονίας ἐπὶ τὸν Ἑλλήσποντον, ἔχων μεθʼ αὐτοῦ τὸν Ἀρχέλαον ἐν

p.400
τιμῇ. καὶ νοσήσαντος ἐπισφαλῶς περὶ Λάρισσαν ἐπιστήσας τὴν πορείαν, ὡς ἑνὸς τῶν ὑπʼ αὐτὸν ἡγεμόνων καὶ στρατηγῶν ἐπεμελήθη.

ταῦτά τε δὴ διέβαλλε τὸ περὶ Χαιρώνειαν ἔργον ὡς οὐχὶ καθαρῶς ἀγωνισθέν, καὶ ὅτι τοὺς ἄλλους Μιθριδάτῃ φίλους, οὓς εἶχεν αἰχμαλώτους, ἀποδοὺς ὁ Σύλλας Ἀριστίωνα μόνον τὸν τύραννον ἀνεῖλε διὰ φαρμάκων Ἀρχελάῳ διάφορον ὄντα· μάλιστα δʼ ἡ δοθεῖσα γῆ τῷ Καππαδόκῃ μυρίων πλέθρων ἐν Εὐβοίᾳ, καὶ τὸ Ῥωμαίων φίλον αὐτὸν καὶ σύμμαχον ὑπὸ Σύλλα ἀναγραφῆναι. περὶ μὲν οὖν τούτων αὐτὸς ὁ Σύλλας ἐν τοῖς ὑπομνήμασιν ἀπολογεῖται.