Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἀφοσιουμένου δὲ τοῦ Ἀρχελάου τήν προδοσίαν, εἶτα, ἔφη, σὺ μέν, ὦ Ἀρχέλαε, Καππαδόκης ὢν καὶ βαρβάρου βασιλέως δοῦλος, εἰ δὲ βούλει, φίλος, οὐχ ὑπομένεις ἐπὶ τηλικούτοις ἀγαθοῖς τὸ αἰσχρόν, ἐμοὶ δὲ ἡγεμόνι Ῥωμαίων ὄντι καὶ Σύλλᾳ τολμᾷς διαλέγεσθαι περὶ προδοσίας, ὥσπερ οὐκ ἐκεῖνος ὢν Ἀρχέλαος, ὁ φυγὼν μὲν ἐκ Χαιρωνείας ὀλιγοστὸς ἀπὸ μυριάδων δυοκαίδεκα, κρυφθεὶς δὲ δύο ἡμέρας ἐν τοῖς Ὀρχομενίων ἕλεσιν, ἄβατον δὲ τήν Βοιωτίαν ὑπὸ νεκρῶν πλήθους ἀπολελοιπώς;

ἐκ τούτου μεταβαλὼν ὁ Ἀρχέλαος καὶ προσκυνήσας ἐδεῖτο παύσασθαι τοῦ πολέμου καὶ διαλλαγῆναι πρὸς τὸν Μιθριδάτην. δεξαμένου δὲ τοῦ Σύλλα τήν πρόκλησιν ἐγένοντο συνθῆκαι, Μιθριδάτην μὲν Ἀσίαν ἀφεῖναι καὶ Παφλαγονίαν, ἐκστῆναι δὲ Βιθυνίας Νικομήδει καὶ Καππαδοκίας[*](καὶ Καππαδοκίας Bekker, after Coraës: Καππαδοκίας.) Ἀριοβαρζάνῃ, καταβαλεῖν δὲ Ῥωμαίοις δισχίλια τάλαντα καὶ δοῦναι ναῦς ἑβδομήκοντα χαλκήρεις μετὰ τῆς οἰκείας παρασκευῆς, Σύλλαν δὲ ἐκείνῳ τήν τε ἄλλην ἀρχὴν βεβαιοῦν καὶ σύμμαχον Ῥωμαίων ψηφίζεσθαι.

τούτων ὁμολογηθέντων ἀναστρέψας ἐβάδιζε διὰ Θετταλίας καὶ Μακεδονίας ἐπὶ τὸν Ἑλλήσποντον, ἔχων μεθʼ αὐτοῦ τὸν Ἀρχέλαον ἐν

p.400
τιμῇ. καὶ νοσήσαντος ἐπισφαλῶς περὶ Λάρισσαν ἐπιστήσας τὴν πορείαν, ὡς ἑνὸς τῶν ὑπʼ αὐτὸν ἡγεμόνων καὶ στρατηγῶν ἐπεμελήθη.

ταῦτά τε δὴ διέβαλλε τὸ περὶ Χαιρώνειαν ἔργον ὡς οὐχὶ καθαρῶς ἀγωνισθέν, καὶ ὅτι τοὺς ἄλλους Μιθριδάτῃ φίλους, οὓς εἶχεν αἰχμαλώτους, ἀποδοὺς ὁ Σύλλας Ἀριστίωνα μόνον τὸν τύραννον ἀνεῖλε διὰ φαρμάκων Ἀρχελάῳ διάφορον ὄντα· μάλιστα δʼ ἡ δοθεῖσα γῆ τῷ Καππαδόκῃ μυρίων πλέθρων ἐν Εὐβοίᾳ, καὶ τὸ Ῥωμαίων φίλον αὐτὸν καὶ σύμμαχον ὑπὸ Σύλλα ἀναγραφῆναι. περὶ μὲν οὖν τούτων αὐτὸς ὁ Σύλλας ἐν τοῖς ὑπομνήμασιν ἀπολογεῖται.