Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἐξελθόντας δὲ τοὺς πολλοὺς ὡς ἐπὶ μάχην συμβαλὼν τρέπεται, καὶ

p.396
πρὸς τὸν ἐκείνων φόβον οὐδενὸς μένοντος αἱρεῖ κατὰ κράτος τὸ στρατόπεδον. καὶ κατέπλησαν
paris.1624.466
ἀποθνήσκοντες αἵματος τὰ ἕλη καὶ νεκρῶν τὴν λίμνην, ὥστε μέχρι νῦν πολλὰ βαρβαρικὰ τόξα καὶ κράνη καὶ θωράκων σπάσματα σιδηρῶν καὶ μαχαίρας ἐμβεβαπτισμένας τοῖς τέλμασιν εὑρίσκεσθαι, σχεδὸν ἐτῶν διακοσίων ἀπὸ τῆς μάχης ἐκείνης διαγεγονότων. τὰ μὲν οὖν περὶ Χαιρώνειαν καὶ πρὸς Ὀρχομενῷ τοιαῦτα λέγεται γενέσθαι.

Κίννα δὲ καὶ Κάρβωνος ἐν Ῥώμῃ τοῖς ἐπιφανεστάτοις ἀνδράσι χρωμένων παρανόμως καὶ βιαίως, πολλοὶ τήν τυραννίδα φεύγοντες ὥσπερ εἰς λι μένα τοῦ Σύλλα τὸ στρατόπεδον κατεφέροντο, καὶ περὶ αὐτὸν ὀλίγου χρόνου σχῆμα βουλῆς ἐγεγόνει. καὶ Μετέλλα μόλις διακλέψασα ἑαυτὴν καὶ τοὺς παῖδας, ἧκεν ἀγγέλλουσα τήν οἰκίαν αὐτοῦ καὶ τὰς ἐπαύλεις ὑπὸ τῶν ἐχθρῶν ἐμπεπρῆσθαι καὶ δεομένη τοῖς οἴκοι βοηθεῖν.

ἀπορουμένῳ δʼ αὐτῷ, καὶ μήτε τῆς πατρίδος ἀμελεῖν ὑπομένοντι κακουμένης μήτε ὅπως ἄπεισιν ἀτελὲς λιπὼν τοσοῦτον ἔργον, τὸν Μιθριδατικὸν πόλεμον, ἐπινοοῦντι, παραγίνεται Δηλιακὸς ἔμπορος Ἀρχέλαος, ἐλπίδας τινὰς καὶ λόγους κρύφα παρὰ τοῦ βασιλικοῦ κομίζων Ἀρχελάου, καὶ τὸ πρᾶγμα Σύλλας οὕτως ἠγάπησεν ὥστε αὐτὸς εἰς λόγους σπεῦσαι τῷ Ἀρχελάῳ συνελθεῖν·

καὶ συνῆλθον ἐπὶ θαλάττῃ περὶ Δήλιον, οὗ τὸ ἱερὸν τοῦ Ἀπόλλωνός ἐστιν, ἀρξαμένου δὲ τοῦ Ἀρχελάου διαλέγεσθαι, καὶ τὸν Σύλλαν ἀξιοῦντος ἀφέντα τήν

p.398
Ἀσίαν καὶ τὸν Πόντον ἐπὶ τὸν ἐν Ῥώμῃ πόλεμον πλεῖν, χρήματα λαβόντα καὶ τριήρεις καὶ δύναμιν ὅσην βούλοιτο παρὰ τοῦ βασιλέως, ὑπολαβὼν ὁ Σύλλας Μιθριδάτου μὲν ἀμελεῖν ἐκέλευεν, αὐτὸν δὲ βασιλεύειν ἀντʼ ἐκείνου σύμμαχον Ῥωμαίων γενόμενον καὶ παραδόντα τὰς ναῦς.