Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐν παντὶ δὴ γεγονὼς ἀπορίας, μάλιστα δὲ νηστείᾳ τῶν περὶ αὐτὸν ἀπαγορευόντων, τότε μὲν ἐκτραπόμενος τῆς ὁδοῦ καὶ καταβαλὼν ἑαυτὸν εἰς ὕλην βαθεῖαν ἐπιπόνως διενυκτέρευσε. τῇ δ’ ὑστεραίᾳ συνηγμένος ὑπʼ ἐνδείας καὶ τῷ σώματι πρὶν ἐκλελύσθαι παντάπασι χρήσασθαι βουλόμενος ἐχώρει παρὰ τὸν αἰγιαλόν, ἐπιθαρσύνων τοὺς ἑπομένους καὶ

p.564
δεόμενος μὴ προαποκάμνειν τῆς τελευταίας ἐλπίδος, ἐφʼ ἣν ἑαυτὸν φυλάττει μαντεύμασι παλαιοῖς πιστεύων.

νέος γὰρ ὢν ἔτι παντελῶς καὶ διατρίβων κατʼ ἀγρὸν ὑποδέξασθαι τῷ ἱματίῳ καταφερομένην ἀετοῦ νεοττιὰν ἑπτὰ νεοττοὺς ἔχουσαν· ἰδόντας δὲ τοὺς γονεῖς καὶ θαυμάσαντας διαπυνθάνεσθαι τῶν μάντεων τοὺς δὲ εἰπεῖν ὡς ἐπιφανέστατος ἀνθρώπων ἔσοιτο καὶ τὴν μεγίστην ἡγεμονίαν καὶ ἀρχὴν ἑπτάκις αὐτὸν λαβεῖν ἀναγκαῖον εἴη.

ταῦτα οἱ μὲν ἀληθῶς τῷ Μαρίῳ συντυχεῖν οὕτω λέγουσιν οἱ δὲ τοὺς τότε καὶ παρὰ τὴν ἄλλην φυγὴν ἀκούσαντας αὐτοῦ καὶ πιστεύσαντας ἀναγράψαι πρᾶγμα κομιδῇ μυθῶδες. ἀετὸς γὰρ οὐ τίκτει πλεῖον τῶν δυεῖν, ἀλλὰ καὶ Μουσαῖον ἐψεῦσθαι λέγουσιν εἰπόντα περὶ τοῦ ἀετοῦ, ὡς

τρία μὲν τίκτει, δύο δ’ ἐκλέπει, ἓν δ’ ἀλεγίζει.[*](Ὁς τρία μὲν κτλ., as cited in Aristotle, Hist. An. vi. 6 (p. 563a, 17).)
τὸ μέντοι πολλάκις ἐν τῇ φυγῇ καὶ ταῖς ἐσχάταις ἀπορίαις Μάριον εἰπεῖν ὡς ἄχρις ἑβδόμης ὑπατείας πρόεισιν, ὁμολογούμενόν ἐστιν.

ἤδη δὲ Μιντούρνης, πόλεως Ἰταλικῆς, ὅσον εἴκοσι σταδίων ἀπέχοντες ὁρῶσιν ἱππέων ἴλην πρόσωθεν ἐλαύνοντας ἐπʼ αὐτοὺς καὶ κατὰ τύχην ὁλκάδας δύο φερομένας. ὡς οὖν ἕκαστος ποδῶν εἶχε καὶ ῥώμης καταδραμόντες ἐπὶ τὴν θάλασσαν καὶ καταβαλόντες ἑαυτοὺς προσενήχοντο ταῖς ναυσί. καὶ λαβόμενοι τῆς ἑτέρας οἱ περὶ τὸν Γράνιον ἀπεπέρασαν εἰς τὴν

p.566
ἄντικρυς νῆσον Αἰναρία καλεῖται·

αὐτὸν δὲ Μάριον βαρὺν ὄντα τῷ σώματι καὶ δυσμεταχείριστον οἰκέται δύο μόλις καὶ χαλεπῶς ὑπέρ τῆς

paris.1624.427
θαλάττης ἐξάραντες εἰς τὴν ἑτέραν ἔθεντο ναῦν, ἤδη τῶν ἱππέων ἐφεστώτων καὶ διακελευομένων ἀπὸ γῆς τοῖς ναύταις κατάγειν τὸ πλοῖον ἢ τὸν Μάριον ἐκβαλόντας αὐτοὺς ἀποπλεῖν ὅπῃ χρῄζοιεν. ἱκετεύοντος δὲ τοῦ Μαρίου καὶ δακρύοντος, οἱ κύριοι τῆς ὁλκάδος ὡς ἐν ὀλίγῳ πολλὰς ἐπʼ ἀμφότερα τῆς γνώμης τροπὰς λαβόντες ὅμως ἀπεκρίναντο τοῖς ἱππεῦσι μὴ προέσθαι τὸν Μάριον.