Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

καὶ τὸν μὲν υἱὸν ἔπεμψεν ἐκ τῶν Μουκίου τοῦ πενθεροῦ χωρίων οὐ μακρὰν ὄντων τὰ ἐπιτήδεια ληψόμενον, αὐτὸς δὲ καταβὰς εἴς Ὠστίαν, φίλου τινὸς Νουμερίου πλοῖον αὐτῷ παρασκευάσαντος, οὐκ ἀναμείνας τὸν υἱόν, ἀλλὰ Γράνιον ἔχων μεθʼ αὑτοῦ τὸν πρόγονον ἐξέπλευσεν. ὁ δὲ

paris.1624.426
νεανίας, ὡς ἦλθεν εἴς τὰ χωρία τοῦ Μουκίου, λαμβάνων τι καὶ σκευαζόμενος ἡμέρας καταλαβούσης οὐ παντάπασι τοὺς πολεμίους ἔλαθεν, ἀλλʼ ἦλθον ἱππεῖς ἐλαύνοντες καθʼ ὑπόνοιαν ἐπὶ τὸν τόπον·

οὓς ὁ τῶν ἀγρῶν ἐπιμελητὴς προϊδόμενος ἔκρυψε τὸν Μάριον ἐν ἁμάξῃ κυάμους ἀγούσῃ, καὶ βοῦς ὑποζεύξας ἀπήντα τοῖς ἱππεῦσιν εἴς πόλιν ἐλαύνων τὴν ἅμαξαν. οὕτω δὲ πρὸς τὴν οἰκίαν τῆς γυναικὸς ὁ Μάριος διακομισθεὶς καὶ λαβὼν ὅσων ἐδεῖτο νυκτὸς ἐπὶ θάλασσαν ἧκε καὶ νεὼς ἐπιβὰς εἴς Λιβύην πλεούσης ἀπεπέρασεν.

ὁ δὲ πρεσβύτης Μάριος ὡς ἀνήχθη, πνεύματι φορῷ κομιζόμενος παρὰ τὴν Ἰταλίαν

p.562
ἐφοβήθη Γεμίνιόν τινα τῶν ἐν Ταρρακίνῃ δυνατῶν ἐχθρὸν αὑτοῦ, καὶ ταῖς ναύταις προεῖπεν εἴργεσθαι Ταρρακίνης. οἱ δὲ ἐβούλοντο μὲν αὐτῷ χαρίζεσθαι, τοῦ δὲ πνεύματος εἰς πελάγιον μεθισταμένου καὶ κλύδωνα κατάγοντος πολὺν οὔτε τὸ πορθμεῖον ἐδόκει περικλυζόμενον ἀνθέξειν, τοῦ τε Μαρίου δυσφοροῦντος καὶ κακῶς ἔχοντος ὑπὸ ναυτίας μόλις ἀντιλαμβάνονται τῶν περὶ τὸ Κίρκαιον αἰγιαλῶν.

τοῦ δὲ χειμῶνος αὐξανομένου καὶ τῶν σιτίων ἐπιλειπόντων ἐκβάντες ἐπλάζοντο πρὸς οὐδένα σκοπόν, ἀλλʼ οἷα συμβαίνει ταῖς μεγάλαις ἀπορίαις ἀεὶ φεύγειν ἐκ τοῦ παρόντος ὡς χαλεπωτάτου καὶ τὰς ἐλπίδας ἔχειν ἐν τοῖς ἀδήλοις. ἐπεὶ πολεμία μὲν ἐκείνοις ἡ γῆ, πολεμία δὲ ἡ θάλασσα, φοβερὸν δὲ ἦν ἀνθρώποις περιπεσεῖν, φοβερὸν δὲ μὴ περιπεσεῖν διʼ ἔνδειαν τῶν ἀναγκαίων.

οὐ μὴν ἀλλʼ ὀψέ που βοτῆρσιν ὀλίγοις ἐντυγχάνουσιν, οἳ δοῦναι μὲν οὐδὲν ἔσχον αὐτοῖς δεομένοις, γνωρίσαντες δὲ τὸν Μάριον ἐκέλευον ἀπαλλάττεσθαι τὴν ταχίστην· ὀλίγον γάρ ἔμπροσθεν αὐτόθι κατὰ ζήτησιν αὐτοῦ συχνοὺς ἱππέας ὀφθῆναι διεξελαύνοντας.