Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἦν δὲ καὶ πρὸς τοὺς συνήθεις ἐπιεικὴς καὶ πρᾶος ὀργήν, σφοδρὸς δὲ καὶ πρόθυμος ἐν ταῖς χάρισιν. Ἀερόπου γοῦν ἀποθανόντος οὐκ ἤνεγκε μετρίως, ἐκεῖνον μὲν ἀνθρώπινα πεπονθέναι φάσκων, ἑαυτὸν δὲ μεμφόμενος καὶ κακίζων ὅτι μέλλων ἀεὶ καὶ βραδύνων χάριν οὐκ ἀπέδωκεν αὐτῷ. τὰ μὲν γὰρ χρέα καὶ κληρονόμοις ἔστιν ἀποδοῦναι τῶν δανεισάντων, αἱ δὲ τῶν χαρίτων ἀμοιβαὶ μὴ γενόμεναι πρὸς αἰσθανομένους ἀνιῶσι τὸν χρηστὸν καὶ δίκαιον.

ἐν δὲ Ἀμβρακίᾳ κακολόγον τινὰ καὶ βλάσφημον ἄνθρωπον οἰομένων δεῖν μεταστῆσαι τὸν Πύρρον αὐτοῦ μένων, ἔφη, μᾶλλον ἡμᾶς ἐν ὀλίγοις ἢ περιιὼν πρὸς ἅπαντας ἀνθρώπους κακῶς λεγέτω. καὶ τοὺς παρʼ οἶνον αὑτὸν λοιδορήσαντας, εἶτα ἐλεγχομένους ἠρώτησεν εἰ ταῦτα εἶπον· ἀποκριναμένου δὲ τῶν νεανίσκων ἑνός, ταῦτα, ὦ βασιλεῦ· πλείονα δ’ ἂν ἔτι τούτων εἰρήκειμεν, εἰ πλείων παρῆν οἶνος ἡμῖν, γελάσας ἀφῆκε.