Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τῆς δὲ περὶ τάξεις καὶ στρατηγίας ἐπιστήμης αὐτοῦ καὶ δεινότητος ἔνεστι δείγματα λαβεῖν ἐκ τῶν γραμμάτων ἃ περὶ τούτων ἀπολέλοιπε. λέγεται δὲ καὶ ʼ Ἀντίγονος ἐρωτηθεὶς τίς ἄριστος τῶν στρατηγῶν, φάναι, Πύρρος, ἂν γηράσῃ περὶ τῶν καθʼ αὑτὸν οὕτως ἀποφηνάμενος μόνον. Ἀννίβας δὲ συμπάντων ἀπέφηνε τῶν στρατηγῶν πρῶτον μὲν ἐμπειρίᾳ καὶ δεινότητι Πύρρον, Σκηπίωνα δὲ δεύτερον, ἑαυτὸν δὲ τρίτον, ὡς ἐν τοῖς περὶ Σκηπίωνος γέγραπται.

καὶ ὅλως τοῦτο μελετῶν ἔοικε καὶ φιλοσοφῶν ἀεὶ διατελεῖν ὁ Πύρρος, ὡς μαθημάτων βασιλικώτατον, τὰς δὲ ἄλλας γλαφυρίας ἐν οὐδενὶ λόγῳ τίθεσθαι. λέγεται γάρ ὡς ἐρωτηθεὶς ἔν τινι πότῳ, πότερον αὐτῷ φαίνεται Πύθων αὐλητὴς ἀμείνων ἢ Καφισίας, εἰπεῖν ὅτι Πολυπέρχων στρατηγός, ὡς ταῦτα τῷ βασιλεῖ ζητεῖν μόνα καὶ γινώσκειν προσῆκον.

p.368