Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ὁ δὲ Πύρρος ἐφορῶν τὸν περιέχοντα χειμῶνα καὶ κλύδωνα, τὴν μὲν στεφάνην, ᾗ διάσημον ἦν τὸ κράνος, ἀφελὼν ἔδωκέ τινι τῶν ἑταίρων, αὐτὸς δὲ τῷ ἵππῳ πεποιθὼς εἴς τοὺς

p.458
ἑπομένους τῶν πολεμίων ἐνέβαλε, καὶ δόρατι πληγεὶς διὰ τοῦ θώρακος οὐ καιρίαν πληγὴν οὐδὲ μεγάλην ἐπέστρεψε κατὰ τοῦ πατὰξαντος, ὃς ἦν Ἀργεῖος, οὐ τῶν ἐπιφανῶν, ἀλλὰ πενιχρᾶς καὶ

πρεσβυτέρας υἱὸς γυναικός αὕτη τότε θεωμένη τὴν μάχην ὥσπερ αἱ λοιπαὶ γυναῖκες ἀπὸ τοῦ τέγους, ὡς ἐπέγνω συνεστῶτα τῷ Πύρρῳ τὸν υἱόν, ἐκπαθὴς γενομένη πρὸς τὸν κίνδυνον, ἄρασα κεραμίδα ταῖς χερσὶν ἀμφοτέραις ἀφῆκεν ἐπὶ τὸν Πύρρον. ἐμπεσούσης δὲ τῇ κεφαλῇ κατὰ τοῦ κράνους, καὶ τῶν σφονδύλων πρὸς τὴν βάσιν τοῦ τραχήλου συντριβέντων, αἵ τε ὄψεις συνεχύθησαν αὐτοῦ καὶ προήκαντο τὰς ἡνίας αἱ χεῖρες, αὐτὸς δὲ κατενεχθεὶς παρὰ τὸν τοῦ Λικυμνίου σηκὸν ἔπεσεν ὑπὸ τῶν πολλῶν ἀγνοούμενος.

Ζώπυρος δέ τις τῶν παρὰ Ἀντιγόνῳ στρατευομένων καὶ δύο ἢ τρεῖς ἕτεροι προσδραμόντες καὶ κατανοήσαντες εἴς τινα θυρῶνα παρείλκυσαν αὐτὸν ἀρχό μενον ἐκ τῆς πληγῆς ἀναφέρεσθαι, σπασαμένου δὲ τοῦ Ζωπύρου μάχαιραν Ἰλλυρικὴν ὡς τὴν κεφαλὴν ἀποτεμοῦντος ἐνέβλεψε δεινόν, ὥστε τὸν Ζώπυρον περίφοβον γενόμενον, καὶ τὰ μὲν τρέμοντα ταῖς χερσί, τὰ δὲ ἐπιχειροῦντα, θορύβου δὲ καὶ ταραχῆς μεστὸν ὄντα, μὴ κατʼ ὀρθόν, ἀλλὰ παρὰ τὸ στόμα καὶ τὸ γένειον ἀποτέμνοντα βραδέως

paris.1624.406
καὶ μόλις ἀποσπάσαι τὴν κεφαλήν.

ἤδη δὲ σύνδηλον ἦν τὸ γεγονὸς πλείοσι, καὶ προσδραμὼν ὁ Ἀλκυονεὺς ᾔτησε τὴν κεφαλὴν ὡς ἂν κατανοήσων λαβὼν δὲ ἀφίππευσε πρὸς τὸν πατέρα, καὶ καθεζομένῳ μετὰ τῶν φίλων προσέβαλε, θεασάμενος δὲ καὶ γνοὺς ὁ Ἀντίγονος τὸν μὲν υἱὸν

p.460
ἀπήλασε τῇ βακτηρίᾳ παίων καὶ καλῶν ἐναγῆ καὶ βάρβαρον, αὐτὸς δὲ τὴν χλαμύδα προθέμενος τοῖς ὄμμασιν ἐδάκρυσεν, Ἀντιγόνου τοῦ πάππου μνησθεὶς καὶ Δημητρίου τοῦ πατρός, οἰκείων παραδειγμάτων εἴς τύχης μεταβολήν.

τὴν μὲν οὖν κεφαλὴν καὶ τὸ σῶμα τοῦ Πύρρου κοσμήσας ἔκαυσεν· ἐπεὶ δὲ ὁ Ἀλκυονεὺς τῷ Ἑλένῳ περιτυχὼν ταπεινῷ καὶ χλαμύδιον λιτὸν ἀμπεχομένῳ φιλανθρώπως ἐνέτυχε καὶ τῷ πατρὶ προσήγαγεν, ἰδὼν ὁ Ἀντίγονος βελτίονα μὲν, εἶπεν, ὦ παῖ, ταῦτα τῶν προτέρων,[*](προτέρων Bekker, adopts the πρότερον of Muretus.) ἀλλʼ οὐδὲ νῦν ὀρθῶς τῷ μὴ περιελεῖν τὴν ἐσθῆτα ταύτην, ἣ μᾶλλον ἡμᾶς καταισχύνει τοὺς κρατεῖν δοκοῦντας.

ἐκ τούτου φιλοφρονησάμενος καὶ κοσμήσας τὸν Ἕλενον ἀπέστειλεν εἴς Ἤπειρον, καὶ τοῖς φίλοις τοῦ Πύρρου πράως ἐνετύγχανε τοῦ στρατοπέδου καὶ τῆς δυνάμεως πάσης κύριος γενόμενος.