Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

πρὸς δὲ τὴν ὄψιν ὁ Πύρρος ἅμα καὶ τῷ μηδὲν ὧν ἤλπιζε[*](ἤλπιζε Coraës, Bekker, and Blass, with the MSS.: ἤλπισε. ) προχωρεῖν ἀθυμῶν ἀναστρέφειν διενοεῖτο· τὰς δὲ πύλας στενὰς οὔσας φοβούμενος ἔπεμψε πρὸς τὸν υἱὸν Ἕλενον μετὰ τῆς πολλῆς δυνάμεως ἔξω καταλελειμμένον, κελεύων τοῦ τείχους διασκάπτειν καὶ δέχεσθαι τοὺς ἐκπίπτοντας, ἂν ἐνοχλῶσιν οἱ πολέμιοι.

σπουδῇ δὲ καὶ θορύβῳ τοῦ πεμφθέντος οὐδὲν σαφὲς ἀπαγγέλλοντος, ἀλλὰ καὶ διαμαρτίας γενομένης, τῶν θηρίων τὰ λοιπὰ καὶ στρατιώτας ἀναλαβὼν τοὺς κρατίστους ὁ νεανίσκος εἴσω διὰ τῶν πυλῶν ἐχώρει τῷ πατρὶ βοηθήσων, ἔτυχε δὲ ὁ Πύρρος ἀναστρέφωνἤδη. καὶ μέχρι μὲν ἡ ἀγορὰ παρεῖχεν ὑπεξάγοντι χώραν καὶ μαχομένῳ, ἐκ μεταβολῆς ἠμύνετο τοὺς ἐπιφερομένους·

ἐπεὶ δὲ τῆς ἀγορᾶς εἰς τὸν στενωπὸν ἐξωσθεὶς τὸν ἐπὶ τὴν πύλην ἀνήκοντα συνέπιπτε τοῖς ἐπιβοηθοῦσιν ἐξ ἐναντίας προσφερομένοις, οἱ

p.456
μὲν οὐχ ὑπήκουον ὑποχωρεῖν βοῶντος αὐτοῦ, τοὺς δὲ καὶ πάνυ προθύμους ὄντας εἶργον οἱ κατόπιν ἀπὸ τῆς πύλης ἐπιχεόμενοι.

καὶ γὰρ ὁ μέγιστος ἐλέφας ἐν τῇ πύλῃ πλάγιος παραπεσὼν καὶ βρυχώμενος ἐμποδὼν ἔκειτο τοῖς ἀποτρεπομένοις, καὶ τῶν προεισεληλυθότων ἕτερος, ᾧ Νίκων ὄνομα ἦν, ἀπορρυέντα τὸν ἐπιστάτην ὑπὸ τραυμάτων ζητῶν ἀναλαβεῖν καὶ φερόμενος πρὸς τοὐναντίον τοῖς ὑπεξάγουσιν, ἀνέμιξε φίλους ὁμοῦ καὶ πολεμίους ὠθουμένους ὑπʼ αὐτοῦ·

καὶ περιέπιπτον ἀλλήλοις, ἕως εὑρὼν νεκρὸν ἀνείλετο τῇ προβοσκίδι, καὶ τοῖς ὀδοῦσιν ἀμφοτέροις ὑπολαβὼν ἀνέστρεφε πάλιν ὥσπερ ἐμμανὴς, ἀνατρέπων καὶ διαφθείρων τοὺς ἐντυγχάνοντας. οὕτω δὲ θλιβομένων καὶ συμπιλουμένων πρὸς ἀλλήλους οὐδεὶς οὐδὲν ἑαυτῷ καθʼ ἕνα χρῆσθαι δυνατὸς ἦν, ἀλλʼ ὥσπερ ἓν σῶμα συγγεγομφωμένον ἑαυτῷ τὸ πᾶν πλῆθος ἐλάμβανε πολλὰς ἀποκλίσεις καὶ μεταβολὰς ἐπʼ ἀμφότερα.

καὶ μάχαι μὲν ἦσαν ὀλίγαι πρὸς τοὺς ἐναπολαμβανομένους ἀεὶ τῶν πολεμίων ἢ προσκειμένους ὄπισθεν, πλεῖστα δὲ ἑαυτοὺς εἰργάζοντο κακά. σπασάμενον γάρ τὸ ξίφος ἢ κλίναντα λόγχην οὐκ ἦν ἀναλαβεῖν οὐδὲ καταθέσθαι πάλιν, ἀλλʼ ἐχώρει διʼ ὧν ἔτυχε τὰ τοιαῦτα πάντα, καὶ περιπίπτοντες ἀλλήλοις ἔθνῃσκον.