Pyrrhus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
μετὰ τὴν μάχην δὲ εὐθὺς ἀνελάμβανε τὰς πόλεις, τῶν δὲ Αἰγαίων κρατήσας τά τε ἄλλα χαλεπῶς ἐχρήσατο τοῖς ἀνθρώποις, καὶ φρουρὰν Γαλατικὴν ἐν τῇ πόλει κατέλιπε τῶν μετʼ αὐτοῦ στρατευομένων, οἱ δὲ Γαλάται γένος ἀπληστότατον χρημάτων ὄντες ἐπέθεντο τῶν βασιλέων αὐτόθι κεκηδευμένων τοὺς τάφους ὀρύττειν, καὶ τὰ μὲν χρήματα διήρπασαν, τὰ δὲ ὀστᾶ πρὸς ὕβριν διέρριψαν.
τοῦτο κούφως ἔδοξε καὶ ὀλιγώρως ἐνεγκεῖν ὁ Πύρρος, ἢ διʼ ἀσχολίας τινὰς ὑπερθέμενος ἢ παρεὶς ὅλως διὰ φόβον τὸ κολάσαι τοὺς βαρβάρους· ὅθεν ἤκουσε κακῶς ὑπὸ τῶν Μακεδόνων. οὔπω δὲ τῶν πραγμάτων αὐτῷ βεβαιότητα καὶ σύστασιν ἐχόντων μόνιμον, ᾐωρεῖτο τῇ γνώμῃ
ὁ δὲ Κλεώνυμος ἦν μὲν γένους βασιλικοῦ, δοκῶν δὲ βίαιος εἶναι καὶ μοναρχικὸς οὔτʼ εὔνοιαν οὔτε πίστιν εἶχεν, ἀλλʼ Ἄρευς ἐβασίλευε. καὶ τοῦτο μὲν ἓν ἦν κοινὸν ἔγκλημα καὶ πρεσβύτερον αὐτῷ πρὸς τοὺς πολίτας· γυναῖκα δὲ καλὴν καὶ
οὕτω δὲ τῶν κατʼ οἶκον ἀνιαρῶν τοῖς πολιτικοῖς προσγενομένων ὑπʼ ὀργῆς καὶ βαρυθυμίας ἐπῆγε τῇ Σπάρτῃ τὸν Πύρρον, ἔχοντα δισμυρίους καὶ πεντακισχιλίους πεζούς, δισχιλίους δ’ ἱππεῖς, ἐλέφαντας δὲ εἰκοσιτέσσαρας, ὥστε τῷ μεγέθει τῆς παρασκευῆς εὐθὺς εἶναι κατάδηλον οὐ Κλεωνύμῳ τὴν Σπάρτην, ἀλλὰ τὴν Πελοπόννησον ἑαυτῷ κτώμενον, ἐπεὶ τῷ γε λόγῳ καὶ πρὸς αὐτοὺς ἔξαρνος ἦν τοὺς Λακεδαιμονίους πρεσβεύσαντας εἷς Μεγάλην πόλιν.
ἔφη γάρ ἐλευθερώσων τὰς ὑπʼ Ἀντιγόνῳ πόλεις ἀφῖχθαι, καὶ νὴ Δία