Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐγκαλούντων δὲ τῶν πρέσβεων, ὅτι μὴ καταγγείλας πόλεμον ἐξενήνοχε πρὸς αὐτούς, ἀλλʼ οὐδʼ ὑμᾶς, ἔφη· τοὺς Σπαρτιάτας ἴσμεν ὅ τι ἂν μέλλητε ποιεῖν ἑτέροις προλέγοντας εἷς δὲ τῶν παρόντων, ὄνομα Μανδροκλείδας, εἶπε τῇ φωνῇ λακωνίζων αἰ μὲν ἐσσὶ τύ γε θεός, οὐδὲν μὴ πάθωμεν οὐ γὰρ ἀδικεῦμεν αἰ δ’ ἄνθρωπος, ἔσσεται καὶ τεῦ κάρρων ἄλλος.

ἐκ τούτου κατέβαινεν ἐπὶ τὴν Λακεδαίμονα· καὶ τοῦ Κλεωνύμου κελεύοντος ἕξ ἐφόδου προσβαλεῖν φοβηθεὶς ὁ Πύρρος, ὡς λέγεται, μὴ διαρπάσωσιν οἱ στρατιῶται τὴν πόλιν ἐν νυκτὶ προσπεσόντες, ἐπέσχεν, εἰπὼν ὅτι ταὐτὸ ποιήσουσι μεθʼ ἡμέραν. αὐτοί τε γάρ ἦσαν ὀλίγοι καὶ ἀπαράσκευοι διὰ τὸ αἰφνίδιον, ὅ τε Ἄρευς οὐκ ἐτύγχανε παρών, ἀλλʼ ἐν Κρήτῃ Γορτυνίοις πολεμουμένοις βοηθῶν· καὶ τοῦτο δὴ μάλιστα τὴν πόλιν ἔσωσε διʼ ἐρημίαν καὶ ἀσθένειαν καταφρονηθεῖσαν.

ὁ μὲν γάρ Πύρρος οὐδένα μαχεῖσθαι νομίζων κατηυλίσατο, τοῦ δὲ Κλεωνύμου τὴν οἰκίαν οἵ τε φίλοι καὶ εἵλωτες οὕτως ἐκόσμησαν

p.438
καὶ παρεσκεύασαν ὡς δειπνήσοντος τοῦ Πύρρου παρʼ αὐτῷ. γενομένης δὲ νυκτὸς οἱ Λακεδαιμόνιοι πρῶτον μὲν ἐβουλεύσαντο τὰς γυναῖκας εἰς Κρήτην ἀποστέλλειν, αἱ δὲ ἀντέστησαν. Ἀρχιδαμία δὲ καὶ ξίφος ἔχουσα πρὸς τὴν γερουσίαν ἦλθεν ἐγκαλοῦσα τοῖς ἀνδράσιν ὑπὲρ τῶν γυναικῶν, εἰ ζῆν αὑτὰς ἀξιοῦσι τῆς Σπάρτης ἀπολομένης.

ἔπειτα τῷ στρατοπέδῳ τῶν πολεμίων παράλληλον ἔγνωσαν ἐμβαλόντες τάφρον ἔνθεν καὶ ἔνθεν αὐτῆς στῆσαι τὰς ἁμάξας, μέχρι τοῦ μέσου τῶν τροχῶν καταχώσαντες, ὅπως ἕδραν ἔχουσαι δυσεκβίαστον ἐμποδὼν ὦσι τοῖς θηρίοις. ἀρχομένοις δὲ ταῦτα πράττειν ἧκον αὐτοῖς τῶν παρθένων καὶ γυναικῶν αἱ μὲν ἐν ἱματίοις, καταζωσάμεναι τοὺς χιτωνίσκους, αἱ δὲ μονοχίτωνες, συνεργασόμεναι τοῖς πρεσβυτέροις.

τοὺς δὲ μάχεσθαι μέλλοντας ἐκέλευον ἡσυχάζειν, καὶ λαβοῦσαι μέτρον αὐταὶ καθʼ αὑτὰς ἐξειργάσαντο τῆς τάφρου τὸ τρίτον μέρος, ἦν δὲ τὸ μὲν πλάτος αὐτῆς πήχεων ἕξ, τὸ δὲ βάθος τεττάρων, τὸ δὲ μῆκος ὀκτάπλεθρον, ὡς ἱστορεῖ Φύλαρχος, ὡς δ’ Ἱερώνυμος, ἔλαττον.