Comparison of Pelopidas and Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐπεὶ τοίνυν Πελοπίδας μὲν οὐδεμίαν ἡττήθη μάχην στρατηγῶν, Μάρκελλος δὲ πλείστας τῶν καθʼ αὑτὸν Ῥωμαίων ἐνίκησε, δόξειεν ἂν ἴσως τῷ δυσνικήτῳ πρὸς τὸ ἀήττητον ὑπὸ πλήθους τῶν κατωρθωμένων ἐπανισοῦσθαι. καὶ μὴν οὗτος μὲν εἷλε Συρακούσας, ἐκεῖνος δὲ τῆς Λακεδαίμονος ἀπέτυχεν. ἀλλʼ οἶμαι μεῖζον εἶναι τοῦ καταλαβεῖν Σικελίαν τὸ τῇ Σπάρτῃ προσελθεῖν καὶ διαβῆναι πρῶτον ἀνθρώπων πολέμῳ τὸν Εὐρώταν,

εἰ μὴ νὴ Δία τοῦτο μὲν φήσει τις τὸ ἔργον Ἐπαμεινώνδᾳ μᾶλλον ἢ Πελοπίδᾳ προσήκειν, ὥσπερ καὶ τὰ Λεῦκτρα, τῶν δὲ Μαρκέλλῳ διαπεπραγμένων ἀκοινώνητον εἶναι τὴν δόξαν. καὶ γὰρ Συρακούσας μόνος εἷλε, καὶ Κελτοὺς ἄνευ τοῦ συνάρχοντος ἐτρέψατο, καὶ πρὸς Ἀννίβαν μηδενὸς συλλαμβάνοντος, ἀλλὰ καὶ πάντων ἀποτρεπόντων, ἀντιταξάμενος καὶ μεταβαλὼν τὸ σχῆμα τοῦ πολέμου πρῶτος ἡγεμὼν τοῦ τολμᾶν κατέστη.

τὴν τοίνυν τελευτὴν ἐπαινῶ μὲν οὐδετέρου

p.528
τῶν ἀνδρῶν, ἀλλʼ ἀνιῶμαι καὶ ἀγανακτῶ τῷ παραλόγῳ τοῦ συμπτώματος· καὶ θαυμάζω μὲν ἐν μάχαις τοσαύταις ὅσαις ἀποκάμοι τις ἂν καταριθμῶν, μηδὲ τρωθέντα τὸν Ἀννίβαν, ἄγαμαι δὲ καὶ τὸν ἐν τῇ Παιδείᾳ Χρυσάνταν, ὃς διηρμένος κοπίδα καὶ παίειν μέλλων πολέμιον, ὡς ὑπεσήμηνεν ἡ σάλπιγξ ἀνακλητικόν, ἀφεὶς τὸν ἄνδρα μάλα πρᾴως καὶ κοσμίως ἀνεχώρησεν.

οὐ μὴν ἀλλὰ τὸν Πελοπίδαν ποιεῖ συγγνωστὸν ἅμα τῷ τῆς μάχης καιρῷ παραθερμον ὄντα καὶ πρὸς τὴν ἄμυναν οὐκ ἀγεννῶς ἐκφέρων ὁ θυμός· ἄριστον μὲν γὰρ νικῶντα σῴζεσθαι τὸν στρατηγόν, εἰ δὲ θανεῖν, εἰς ἀρετὴν καταλύσαντα βίον, ὡς Εὐριπίδης φησίν.[*](Εἰ δὲ θανεῖν θέμις, ὧδε θανεῖν καλόν,εἰς ἀρετὴν καταλυσαμένους βίον (Nauck, Trag. Graec. Frag.2 p. 679). Cf. Plutarch, Morals, p. 24 d.) οὕτω γὰρ οὐ πάθος, ἀλλὰ πρᾶξις γίνεται τοῦ τελευτῶντος ὁ θάνατος.

πρὸς δὲ τῷ θυμῷ τοῦ Πελοπίδου καὶ τὸ τέλος αὐτὸ τὸ τῆς νίκης ἐν τῷ πεσεῖν τὸν τύραννον ὁρώμενον οὐ παντάπασιν ἀλόγως ἐπεσπάσατο τὴν ὁρμήν· χαλεπὸν γὰρ ἑτέρας οὕτω καλὴν καὶ λαμπρὰν ἐχούσης ὑπόθεσιν ἀριστείας ἐπιλαβέσθαι. Μάρκελλος δὲ, μήτε χρείας μεγάλης ἐπικειμένης, μήτε τοῦ παρὰ τὰ δεινὰ πολλάκις ἐξιστάντος τὸν λογισμὸν ἐνθουσιασμοῦ παρεστῶτος, ὠσάμενος ἀπερισκέπτως εἰς κίνδυνον οὐ στρατηγοῦ πτῶμα, προδρόμου δέ τινος ἢ κατασκόπου πέπτωκεν,

ὑπατείας πέντε καὶ τρεῖς θριάμβους καὶ σκῦλα καὶ τροπαιοφορίας

paris.1624.318
ἀπὸ βασιλέων τοῖς προαποθνῄσκουσι Καρχηδονίων Ἴβηρσι καὶ Νομάσιν ὑποβαλών. ὥστε νεμεσῆσαι αὐτοὺς ἐκείνους ἑαυτοῖς τοῦ
p.530
κατορθώματος, ἄνδρα Ῥωμαίων ἄριστον ἀρετῇ καὶ δυνάμει μέγιστον καὶ δόξῃ λαμπρότατον ἐν τοῖς Φρεγελλανῶν προδιερευνηταῖς παραναλῶσθαι.

χρὴ δὲ ταῦτα μὴ κατηγορίαν εἶναι τῶν ἀνδρῶν νομίζειν, ἀλλʼ ὡς ἀγανάκτησίν τινα καὶ παρρησίαν ὑπὲρ αὐτῶν ἐκείνων πρὸς αὐτοὺς καὶ τὴν ἀνδρείαν αὐτῶν, εἰς ἣν τὰς ἄλλας κατανάλωσαν ἀρετάς ἀφειδήσαντες τοῦ βίου καὶ τῆς ψυχῆς, ὥσπερ ἑαυτοῖς, οὐ ταῖς πατρίσι μᾶλλον καὶ φίλοις καὶ συμμάχοις, ἀπολλυμένων.