Comparison of Pelopidas and Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

μετὰ δὲ τὸν θάνατον Πελοπίδας μὲν τοὺς συμμάχους ταφεῖς ἔσχεν, ὑπὲρ ὧν ἀπέθανε, Μάρκελλος δὲ τοὺς πολεμίους, ὑφʼ ὧν ἀπέθανε, ζηλωτὸν μὲν οὖν ἐκεῖνο καὶ μακάριον, κρεῖττον δὲ καὶ μεῖζον εὐνοίας χάριν ἀμειβομένης ἔχθρα λυποῦσαν ἀρετὴν θαυμάζουσα. τὸ γὰρ καλὸν ἐνταῦθα τὴν τιμὴν ἔχει μόνον, ἐκεῖ δὲ τὸ λυσιτελὲς καὶ ἡ χρεία μᾶλλον ἀγαπᾶται τῆς ἀρετῆς.