Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὁ δὲ Πελοπίδας, καίπερ ἐν τοῖς νεωτάτοις ὤν, ἰδίᾳ τε καθʼ ἕκαστον ἐξώρμα τῶν φυγάδων, καὶ πρὸς τὸ πλῆθος ἐποιήσατο λόγους, ὡς

paris.1624.281
οὔτε καλὸν οὔτε ὅσιον εἴη[*](εἴη Coraës and Bekker, with most MSS.: εἶναι with A.) δουλεύουσαν τὴν πατρίδα καὶ φρουρουμένην περιορᾶν, αὐτοὺς δὲ μόνον τὸ σῴζεσθαι καὶ διαζῆν ἀγαπῶντας ἐκκρέμασθαι τῶν Ἀθήνησι ψηφισμάτων καὶ θεραπεύειν ὑποπεπτωκότας ἀεὶ τοῖς λέγειν δυναμένοις καὶ πείθειν τὸν ὄχλον,

ἀλλὰ κινδυνευτέον ὑπὲρ τῶν μεγίστων, παράδειγμα θεμένους τὴν Θρασυβούλου τόλμαν καὶ ἀρετήν, ἵνα, ὡς ἐκεῖνος ἐκ Θηβῶν πρότερον ὁρμηθεὶς κατέλυσε τοὺς ἐν Ἀθήναις τυράννους, οὕτως αὐτοὶ πάλιν ἐξ Ἀθηνῶν προελθόντες ἐλευθερώσωσι τὰς Θήβας, ὡς οὖν ἔπεισε ταῦτα λέγων, πέμπουσιν εἰς Θήβας κρύφα πρὸς τοὺς ὑπολελειμμένους τῶν φίλων τὰ δεδογμένα φράζοντες.

οἱ δὲ συνεπῄνουν καὶ Χάρων μέν, ὅσπερ ἦν ἐπιφανέστατος, ὡμολόγησε τὴν οἰκίαν παρέξειν, Φιλλίδας δὲ διεπράξατο τῶν περὶ Ἀρχίαν καὶ Φίλιππον γραμματεὺς γενέσθαι πολεμαρχούντων. Ἐπαμεινώνδας δὲ τοὺς νέους

p.356
πάλαι φρονήματος ἦν ἐμπεπληκώς· ἐκέλευε γὰρ ἐν τοῖς γυμνασίοις ἐπιλαμβάνεσθαι τῶν Λακεδαιμονίων καὶ παλαίειν, εἶτα ὁρῶν ἐπὶ τῷ κρατεῖν καὶ περιεῖναι γαυρουμένους ἐπέπληττεν, ὡς αἰσχύνεσθαι μᾶλλον αὐτοῖς προσῆκον, εἰ δουλεύουσι διʼ ἀνανδρίαν ὧν τοσοῦτον ταῖς ῥώμαις διαφέρουσιν.