Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἣν ἑώρων τῇ Σπαρτιατῶν δορυφορουμένην ἡγεμονίᾳ καὶ καταλυθῆναι μὴ δυναμένην, εἰ μή τις ἄρα παύσειε κἀκείνους γῆς καὶ θαλάττης ἄρχοντας, οὐ μὴν ἀλλʼ οἱ περὶ Λεοντίδαν πυνθανόμενοι τοὺς φυγάδας Ἀθήνησι διατρίβειν τῷ τε πλήθει προσφιλεῖς ὄντας καὶ τιμὴν ἔχοντας ὑπὸ τῶν καλῶν καὶ ἀγαθῶν, ἐπεβούλευον αὐτοῖς κρύφα· καὶ πέμψαντες ἀνθρώπους ἀγνῶτας Ἀνδροκλείδαν μὲν ἀποκτιννύουσι δόλῳ, τῶν δὲ ἄλλων διαμαρτάνουσιν.

ἧκε δὲ καὶ παρὰ Λακεδαιμονίων γράμματα τοῖς Ἀθηναίοις προστάσσοντα μὴ δέχεσθαι μηδὲ παρακινεῖν, ἀλλʼ ἐξελαύνειν τοὺς φυγάδας ὡς κοινοὺς πολεμίους ὑπὸ τῶν συμμάχων

p.354
ἀποδεδειγμένους.

οἱ μὲν οὖν Ἀθηναῖοι, πρὸς τῷ πάτριον αὐτοῖς καὶ σύμφυτον εἶναι τὸ φιλάνθρωπον, ἀμειβόμενοι τοὺς Θηβαίους μάλιστα συναιτίους γενομένους τῷ δήμῳ τοῦ κατελθεῖν, καὶ ψηφισαμένους, ἐάν τις Ἀθηναίων ἐπὶ τοὺς τυράννους ὅπλα διὰ τῆς Βοιωτίας κομίζῃ, μηδένα Βοιωτὸν ἀκούειν μηδὲ ὁρᾶν, οὐδὲν ἠδίκησαν τοὺς Θηβαίους.