Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὁ δέ Πελοπίδας

p.424
ἀπὸ τῶν ἄκρων κατιδὼν ἅπαν τὸ στρατόπεδον τῶν πολεμίων οὔπω μὲν εἰς φυγὴν τετραμμένον, ἤδη δὲ θορύβου καὶ ταραχῆς ἀναπιμπλάμενον, ἔστη καὶ περιέβλεψεν αὐτὸν[*](περιέβλεψεν αὐτὸν Sintenis’ correction of the MSS. περιέστησεν αὑτόν; Bekker, after Coraës and Amyot, corrects to περιεσκόπησεν αὐτόν.) ζητῶν τὸν Ἀλέξανδρον. ὡς δʼ εἶδεν ἐπὶ τοῦ δεξιοῦ παραθαρρύνοντα
paris.1624.296
καὶ συντάττοντα τοὺς μισθοφόρους, οὐ κατέσχε τῷ λογισμῷ τὴν ὀργήν,

ἀλλὰ πρὸς τὴν βλέψιν ἀναφλεχθείς καὶ τῷ θυμῷ παραδοὺς τὸ σῶμα καὶ τὴν ἡγεμονίαν τῆς πράξεως, πολὺ πρὸ τῶν ἄλλων ἐξαλόμενος ἐφέρετο βοῶν καὶ προκαλούμενος τὸν τύραννον. ἐκεῖνος μὲν οὖν οὐκ ἐδέξατο τὴν ὁρμὴν οὐδὲ ὑπέμεινεν, ἀλλʼ ἀναφυγὼν πρὸς τοὺς δοφυφόρους ἐνέκρυψεν ἑαυτόν, τῶν δὲ μισθοφόρων οἱ μὲν πρῶτοι συμβαλόντες εἰς χεῖρας ἀνεκόπησαν ὑπὸ τοῦ Πελοπίδου, τινὲς δὲ καὶ πληγέντες ἐτελεύτησαν,

οἱ δὲ πολλοὶ τοῖς δόρασι πόρρωθεν διὰ τῶν ὅπλων τύπτοντες αὐτὸν κατετραυμάτιζον, ἕως οἱ Θεσσαλοὶ περιπαθήσαντες ἀπὸ τῶν λόφων δρόμῳ προσεβοήθησαν, ἤδη πεπτωκότος, οἵ τε ἱππεῖς προσελάσαντες ὅλην ἐτρέψαντο τὴν φάλαγγα καὶ διώξαντες ἐπὶ πλεῖστον ἐνέπλησαν νεκρῶν τὴν χώραν, πλέον ἢ τρισχιλίους καταβαλόντες.

τὸ μὲν οὖν Θηβαίων τοὺς παρόντας ἐπὶ τῇ τοῦ Πελοπίδου τελευτῇ βαρέως φέρειν, πατέρα καὶ σωτῆρα καὶ διδάσκαλον τῶν μεγίστων καὶ καλλίστων ἀγαθῶν ἀποκαλοῦντας ἐκεῖνον, οὐ πάνυ θαυμαστὸν ἦν· οἱ δὲ Θεσσαλοὶ καὶ οἱ σύμμαχοι πᾶσαν ἀνθρωπίνῃ πρέπουσαν ἀρετῇ τιμὴν τοῖς ψηφίσμασιν ὑπερβαλόντες, ἔτι

p.426
μᾶλλον ἐπεδείξαντο τοῖς πάθεσι τὴν πρὸς τὸν ἄνδρα χάριν,