Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὡς οὖν εἰς Φάρσαλον ἐλθὼν ἤθροισε τὴν δύναμιν, εὐθὺς ἐβάδιζεν ἐπὶ τὸν Ἀλέξανδρον. ὁ δὲ Θηβαίους μὲν ὀλίγους περὶ τὸν Πελοπίδαν ὁρῶν, αὐτὸς δὲ πλείους ἔχων ἢ διπλασίους ὁπλίτας τῶν Θεσσαλῶν ἀπήντα πρὸς τὸ Θετίδειον. εἰπόντος δέ τινος τῷ Πελοπίδᾳ πολλοὺς ἔχοντα τὸν τύραννον ἐπέρχεσθαι, βέλτιον, ἔφη, πλείονας γὰρ νικήσομεν.

ἀνατεινόντων δὲ πρὸς τὸ μέσον κατὰ τὰς καλουμένας Κυνὸς κεφαλὰς λόφων περικλινῶν καὶ ὑψηλῶν, ὥρμησαν ἀμφότεροι τούτους καταλαβεῖν τοῖς πεζοῖς. τοὺς δʼ ἱππεῖς ὁ Πελοπίδας πολλοὺς κἀγαθοὺς ὄντας ἐφῆκε τοῖς ἱππεῦσι τῶν πολεμίων, ὡς δὲ οὗτοι μὲν ἐκράτουν καὶ συνεξέπεσον εἰς τὸ πεδίον τοῖς φεύγουσιν, ὁ δὲ Ἀλέξανδρος ἔφθη τοὺς λόφους καταλαβών,

τοῖς ὁπλίταις τῶν Θεσσαλῶν ὕστερον ἐπερχομένοις καὶ πρὸς ἰσχυρὰ καὶ μετέωρα χωρία βιαζομένοις ἐμβαλὼν ἔκτεινε τοὺς πρώτους, οἱ δὲ ἄλλοι πληγὰς λαβόντες οὐδὲν ἔπρασσον. κατιδὼν οὖν ὁ Πελοπίδας τοὺς μὲν ἱππεῖς ἀνεκαλεῖτο καὶ πρὸς τὸ συνεστηκὸς τῶν πολεμίων ἐλαύνειν ἐκέλευεν, αὐτὸς δὲ συνέμιξε δρόμῳ τοῖς περὶ τοὺς λόφους μαχομένοις εὐθὺς τὴν ἀσπίδα λαβών.

καὶ διὰ τῶν ὄπισθεν ὠσάμενος εἰς τοὺς πρώτους τοσαύτην ἐνεποίησε ῥώμην καὶ προθυμίαν ἅπασιν ὥστε καὶ τοῖς πολεμίοις ἑτέρους δοκεῖν γεγονότας καὶ σώμασι καὶ ψυχαῖς ἐπέρχεσθαι. καὶ δύο μὲν ἢ τρεῖς ἀπεκρούσαντο προσβολάς, ὁρῶντες δὲ καὶ τούτους ἐπιβαίνοντας εὐρώστως καὶ τὴν ἵππον ἀπὸ τῆς διώξεως ἀναστρέφουσαν εἶξαν, ἐπὶ σκέλος ποιούμενοι τὴν ἀναχώρησιν.