Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

Πελοπίδᾳ δὲ οὕτω μὲν οὐκ ἐνετρύφησε, δῶρα δὲ λαμπρότατα καὶ μέγιστα τῶν νομιζομένων ἐξέπεμψε καὶ τὰς ἀξιώσεις ἐπεκύρωσεν, αὐτονόμους μὲν εἶναι τοὺς Ἕλληνας, οἰκεῖσθαι δὲ Μεσσήνην, Θηβαίους δὲ πατρικοὺς φίλους νομίζεσθαι βασιλέως. ταύτας ἔχων τὰς ἀποκρίσεις, τῶν δὲ δώρων οὐδὲν ὅ τι μὴ χάριτος ἦν σύμβολον καὶ

p.418
φιλοφροσύνης δεξάμενος, ἀνέζευξεν· ὃ καὶ μάλιστα τοὺς ἄλλους πρέσβεις διέβαλε.

Τιμαγόραν γοῦν Ἀθηναῖοι κρίναντες ἀπέκτειναν, εἰ μὲν ἐπὶ τῷ πλήθει τῶν δωρεῶν, ὀρθῶς καὶ δικαίως· οὐ γὰρ μόνον χρυσίον οὐδʼ ἀργύριον ἔλαβεν, ἀλλὰ καὶ κλίνην πολυτελῆ καὶ στρώτας θεράποντας, ὡς τῶν Ἑλλήνων οὐκ ἐπισταμένων, ἔτι δὲ βοῦς ὀγδοήκοντα καὶ βουκόλους, ὡς δὴ πρὸς ἀρρωστίαν τινὰ γάλακτος βοείου δεόμενος, τέλος δὲ κατέβαινεν ἐπὶ θάλασσαν ἐν φορείῳ κομιζόμενος, καὶ τέσσαρα τάλαντα τοῖς κομίζουσι μισθὸς ἐδόθη παρὰ βασιλέως· ἀλλʼ ἔοικεν οὐχ ἡ δωροδοκία μάλιστα παροξῦναι τοὺς Ἀθηναίους.

Ἐπικράτους γοῦν ποτε τοῦ σακεσφόρου μήτε ἀρνουμένου δῶρα δέξασθαι παρὰ βασιλέως, ψήφισμά τε γράφειν φάσκοντος ἀντὶ τῶν ἐννέα ἀρχόντων χειροτονεῖσθαι κατʼ ἐνιαυτὸν ἐννέα πρέσβεις πρὸς βασιλέα τῶν δημοτικῶν καὶ πενήτων, ὅπως λαμβάνοντες εὐπορῶσιν, ἐγέλασεν ὁ δῆμος· ἀλλʼ ὅτι Θηβαίοις ἐγεγόνει πάντα χαλεπῶς ἔφερον, οὐ λογιζόμενοι τὴν Πελοπίδου δόξαν, ὅσων ἦν ῥητορειῶν καὶ λόγων κρείττων παρʼ ἀνθρώπῳ θεραπεύοντι τοὺς τῶν ὅπλων ἀεὶ κρατοῦντας.

ἡ μὲν οὖν πρεσβεία τῷ Πελοπίδᾳ προσέθηκεν οὐ μικρὰν εὔνοιαν ἐπανελθόντι, διὰ

paris.1624.295
τὸν Μεσσήνης συνοικισμὸν καὶ τὴν τῶν ἄλλων Ἑλλήνων αὐτονομίαν· Ἀλεξάνδρου δὲ τοῦ Φεραίου πάλιν εἰς τὴν αὐτοῦ φύσιν ἀναδραμόντος καὶ Θεσσαλῶν μὲν οὐκ ὀλίγας περικόπτοντος πόλεις, Φθιώτας δὲ Ἀχαιοὺς ἅπαντας καὶ τὸ
p.420
Μαγνήτων ἔθνος ἔμφρουρον πεποιημένου, πυνθανόμεναι Πελοπίδαν ἐπανήκειν αἱ πόλεις εὐθὺς ἐπρέσβευον εἰς Θήβας αἰτούμεναι δύναμιν καὶ στρατηγὸν ἐκεῖνον.

ψηφισαμένων δὲ τῶν Θηβαίων προθύμως, καὶ ταχὺ πάντων ἑτοίμων γενομένων καὶ τοῦ στρατηγοῦ περὶ ἔξοδον ὄντος, ὁ μὲν ἥλιος ἐξέλιπε καὶ σκότος ἐν ἡμέρᾳ τὴν πόλιν ἔσχεν, ὁ δὲ Πελοπίδας ὁρῶν πρὸς τὸ φάσμα συντεταραγμένους ἅπαντας οὐκ ᾤετο δεῖν βιάζεσθαι καταφόβους καὶ δυσέλπιδας ὄντας, οὐδὲ ἀποκινδυνεύειν ἑπτακισχιλίοις πολίταις,