Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οὗτος μέντοι τὴν δόξαν αὐτὴν καὶ τοὔνομα καὶ τὸ πρόσχημα τῆς Ἐπαμεινώνδου στρατηγίας καταπλαγείς,

ἔπτηξʼ ἀλέκτωρ δοῦλος ὣς κλίνας πτερόν,
καὶ τοὺς ἀπολογησομένους ταχὺ πρὸς αὐτὸν
paris.1624.294
ἔπεμπεν. ὁ δὲ συνθέσθαι μὲν εἰρήνην καὶ φιλίαν πρὸς τοιοῦτον ἄνδρα Θηβαίοις οὐχ ὑπέμεινε, σπεισάμενος δέ τριακονθημέρους ἀνοχὰς τοῦ πολέμου καὶ λαβὼν τὸν Πελοπίδαν καὶ τὸν Ἰσμηνίαν ἀνεχώρησεν.

οἱ δὲ Θηβαῖοι παρὰ τῶν Λακεδαιμονίων καὶ τῶν Ἀθηναίων αἰσθόμενοι πρὸς τὸν μέγαν βασιλέα πρέσβεις ἀναβαίνοντας ὑπὲρ συμμαχίας, ἔπεμψαν καὶ αὐτοὶ Πελοπίδαν, ἄριστα βουλευσάμενοι πρὸς τὴν δόξαν αὐτοῦ. πρῶτον μὲν γὰρ ἀνέβαινε διὰ τῶν βασιλέως ἐπαρχιῶν ὀνομαστὸς ὢν καὶ περιβόητος· οὐ γὰρ ἠρέμα διῖκτο τῆς Ἀσίας οὐδʼ ἐπὶ μικρὸν ἡ δόξα τῶν πρὸς Λακεδαιμονίους ἀγώνων,

ἀλλʼ, ὡς πρῶτος περὶ τῆς ἐν Λεύκτροις μάχης ἐξέδραμε λόγος, ἀεί τινος καινοῦ προστιθεμένου κατορθώματος αὐξανομένη

p.416
καὶ ἀναβαίνουσα πορρωτάτω κατέσχεν ἔπειτα τοῖς ἐπὶ θύραις σατράπαις καὶ στρατηγοῖς καὶ ἡγεμόσιν ὀφθείς θαῦμα καὶ λόγον παρέσχεν, ὡς οὗτος ἀνήρ ἐστιν ὁ γῆς καὶ θαλάττης ἐκβαλὼν Λακεδαιμονίους καὶ συστείλας ὑπὸ Ταΰγετον καὶ τὸν Εὐρώταν τὴν Σπάρτην τὴν ὀλίγον ἔμπροσθεν βασιλεῖ τῷ μεγάλῳ καὶ Πέρσαις διʼ Ἀγησιλάου τὸν περὶ Σούσων καὶ Ἐκβατάνων ἐπαραμένην πόλεμον.

ταῦτʼ οὖν ὁ Ἀρταξέρξης ἔχαιρε, καὶ τὸν Πελοπίδαν ἐθαύμαζε ἐπὶ τῇ δόξῃ[*](ἐπὶ τῇ δόξῃ Bekker, after Coraës: τῇ δόξῃ.) καὶ μέγαν ἐποίει ταῖς τιμαῖς, ὑπὸ τῶν μεγίστων εὐδαιμονίζεσθαι καὶ θεραπεύεσθαι βουλόμενος δοκεῖν. ἐπεὶ δὲ καὶ τὴν ὄψιν αὐτοῦ εἶδε καὶ τοὺς λόγους κατενόησε, τῶν μὲν Ἀττικῶν βεβαιοτέρους, τῶν δὲ Λακεδαιμονίων ἁπλουστέρους ὄντας,

ἔτι μᾶλλον ἠγάπησε, καὶ πάθος βασιλικὸν παθὼν οὐκ ἀπεκρύψατο τὴν πρὸς τὸν ἄνδρα τιμήν, οὐδʼ ἔλαθε τοὺς ἄλλους πρέσβεις πλεῖστον νέμων ἐκείνῳ. καίτοι δοκεῖ μάλιστα τῶν Ἑλλήνων Ἀνταλκίδαν τιμῆσαι τὸν Λακεδαιμόνιον, ὅτι τὸν στέφανον, ὃν πίνων περιέκειτο, βάψας εἰς μύρον ἀπέστειλε.