Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

θαυμάσας τὸ φρόνημα καὶ τὴν ἄδειαν αὐτοῦ, τί δέ, φησὶ, σπεύδει Πελοπίδας

paris.1624.293
ἀποθανεῖν; κἀκεῖνος ἀκούσας, ὅπως, εἶπε, σὺ τάχιον ἀπολῇ, μᾶλλον ἢ νῦν θεομισὴς γενόμενος. ἐκ τούτου διεκώλυσεν ἐντυγχάνειν αὐτῷ τοὺς ἐκτός. ἡ δὲ Θήβη, θυγάτηρ μὲν Ἰάσονος οὖσα, γυνὴ δὲ Ἀλεξάνδρου, πυνθανομένη παρὰ τῶν φυλαττόντων Πελοπίδαν τὸ θαρραλέον αὐτοῦ καὶ γενναῖον, ἐπεθύμησεν ἰδεῖν τὸν ἄνδρα καὶ προσειπεῖν.

ὡς δὲ ἦλθε πρὸς αὐτόν καὶ ἅτε δὴ γυνὴ τὸ μὲν μέγεθος τοῦ ἤθους οὐκ εὐθὺς ἐν τοσαύτῃ συμφορᾷ κατεῖδε, κουρᾷ δὲ καὶ στολῇ καὶ διαίτῃ τεκμαιρομένη λυπρὰ καὶ μὴ πρέποντα τῇ δόξῃ πάσχειν αὐτόν ἀπεδάκρυσε, τὸ μὲν πρῶτον ἀγνοῶν ὁ Πελοπίδας τίς εἴη γυναικῶν, ἐθαύμαζεν, ὡς δὲ ἔγνω, προσηγόρευσεν αὐτὴν πατρόθεν ἦν γὰρ τῷ Ἰάσονι συνήθης καὶ φίλος, εἰπούσης δὲ ἐκείνης, ἐλεῶ σου τὴν γυναῖκα, καὶ γὰρ ἐγώ σε, εἶπεν, ὅτι ἄδετος οὖσα ὑπομένεις Ἀλέξανδρον.

οὗτος ἔθιγέ πως ὁ λόγος τῆς γυναικός· ἐβαρύνετο γὰρ τὴν ὠμότητα καὶ τὴν ὕβριν τοῦ τυράννου, μετὰ τῆς ἄλλης ἀσελγείας καὶ τὸν νεώτατον αὐτῆς τῶν ἀδελφῶν παιδικὰ πεποιημένου. διὸ καὶ συνεχῶς φοιτῶσα πρὸς τὸν Πελοπίδαν καὶ παρρησιαζομένη περὶ ὧν ἔπασχεν ὑπεπίμπλατο θυμοῦ καὶ φρονήματος καὶ δυσμενείας πρὸς τὸν Ἀλέξανδρον.

ἐπεὶ δὲ οἱ στρατηγοὶ τῶν Θηβαίων εἰς τὴν Θετταλίαν ἐμβαλόντες ἔπραξαν οὐδέν,

p.412
ἀλλὰ διʼ ἀπειρίαν ἢ δυστυχίαν αἰσχρῶς ἀνεχώρησαν, ἐκείνων μὲν ἕκαστον ἡ πόλις μυρίαις δραχμαῖς ἐζημίωσεν, Ἐπαμεινώνδαν δὲ μετὰ δυνάμεως ἀπέστειλεν.