Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἀρτίως δʼ αὐτοῦ παρεληλυθότος Ἀλέξανδρος ὁ τύραννος ἐπεφαίνετο Μετὰ τῆς δυνάμεως. καὶ νομίσαντες οἱ περὶ τὸν Πελοπίδαν ἀπολογησόμενον ἥκειν ἐβάδιζον αὐτοὶ πρὸς αὐτόν, ἐξώλη μὲν ὄντα καὶ μιαιφόνον εἰδότες, διὰ δὲ τὰς Θήβας καὶ τὸ περὶ αὐτοὺς ἀξίωμα καὶ δόξαν οὐδὲν ἂν παθεῖν προσδοκήσαντες.

ὁ δέ, ὡς εἶδεν ἀνόπλους καὶ μόνους προσιόντας, ἐκείνους μὲν εὐθὺς συνέλαβε, τὴν δὲ Φάρσαλον κατέσχε, φρίκην δὲ καὶ φόβον ἐνειργάσατο τοῖς ὑπηκόοις πᾶσιν ὥς γε μετά τὴν τηλικαύτην ἀδικίαν καὶ τόλμαν ἀφειδήσων ἁπάντων, καὶ χρησόμενος οὕτω τοῖς παραπίπτουσιν ἀνθρώποις καὶ πράγμασιν ὡς τότε γε κομιδῇ τὸν ἑαυτοῦ βίον ἀπεγνωκώς.

οἱ μὲν οὖν Θηβαῖοι ταῦτα ἀκούσαντες ἔφερόν βαρέως καὶ στρατιὰν ἐξέπεμπον εὐθύς, διʼ ὀργήν τινα πρὸς τὸν Ἐπαμεινώνδαν ἑτέρους ἀποδείξαντες ἄρχοντας, τὸν δὲ Πελοπίδαν εἰς τὰς Φερὰς ἀπαγαγὼν ὁ τύραννος τὸ μὲν πρῶτον εἴα τοὺς βουλομένους αὐτῷ διαλέγεσθαι, νομίζων ἐλεεινὸν γεγονέναι καὶ ταπεινὸν ὑπὸ τῆς συμφορᾶς·

ἐπεὶ δὲ τοὺς μὲν Φεραίους ὁ Πελοπίδας ὀδυρομένους παρεκάλει θαρρεῖν, ὡς νῦν μάλιστα δώσοντος τοῦ τυράννου δίκην, πρὸς δὲ αὐτὸν ἐκεῖνον ἀποστείλας ἔλεγεν ὡς ἄτοπός ἐστι

p.410
τοὺς μὲν ἀθλίους πολίτας καὶ μηδὲν ἀδικοῦντας ὁσημέραι στρεβλῶν καὶ φονεύων, αὐτοῦ δὲ φειδόμενος, ὃν μάλιστα γινώσκει τιμωρησόμενον αὐτὸν ἄνπερ διαφύγῃ,