Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

πρὸς τοῦτο δὲ φαίνεται καὶ Συβαρίτης ἀνὴρ εἰπεῖν περὶ τῶν Σπαρτιατῶν ὡς οὐ μέγα ποιοῦσι θανατῶντες ἐν τοῖς πολέμοις ὑπὲρ τοῦ τοσούτους πόνους καὶ τοιαύτην ἀποφυγεῖν δίαιταν. ἀλλὰ Συβαρίταις μέν ἐκτετηκόσιν ὑπὸ τρυφῆς καὶ μαλακίας διὰ τὴν πρός τὸ καλὸν ὁρμὴν καὶ φιλοτιμίαν εἰκότως ἐφαίνοντο μισεῖν τὸν βίον οἱ μὴ φοβούμενοι τὸν θάνατον,

Λακεδαιμονίοις δὲ καὶ ζῆν ἡδέως καὶ θνῄσκειν

p.342
ἀμφότερα ἀρετὴ παρεῖχεν, ὡς δηλοῖ τὸ ἐπικήδειον· οἵδε γάρ φησιν ἔθανον[*](Οἳ θάνον οὐ τὸ ζῆν κτλ., attributed to Simonides (Bergk, Poet. Lyr. Graec. iii.4 p. 516).)
  1. οὐ τὸ ζῇν θέμενοι καλὸν οὐδὲ τὸ θνῄσκειν,
  2. αλλὰ τὸ ταῦτα καλῶς ἀμφότερʼ ἐκτελέσαι.
οὔτε γὰρ φυγὴ θανάτου μεμπτόν, ἂν ὀρέγηταί τις τοῦ βίου μὴ αἰσχρῶς, οὔτε ὑπομονὴ καλόν, εἰ μετʼ ὀλιγωρίας γίνοιτο τοῦ ζῆν.

ὅθεν Ὅμηρος μέν ἀεὶ τοὺς θαρραλεωτάτους καὶ μαχιμωτάτους ἄνδρας εὖ καὶ καλῶς ὡπλισμένους ἐξάγει πρός τοὺς ἀγῶνας, οἱ δὲ τῶν Ἑλλήνων νομοθέται τὸν ῥίψασπιν κολάζουσιν, οὐ τὸν ξίφος οὐδὲ λόγχην προέμενον, διδάσκοντες ὅτι τοῦ μὴ παθεῖν κακῶς πρότερον ἢ τοῦ ποιῆσαι τοὺς πολεμίους ἑκάστῳ μέλειν προσήκει, μάλιστα δὲ ἄρχοντι πόλεως ἢ στρατεύματος.

εἰ γὰρ, ὡς Ἰφικράτης διῄρει, χερσὶ μὲν ἐοίκασιν οἱ ψιλοί, ποσὶ δὲ τὸ ἱππικόν, αὐτὴ δὲ ἡ φάλαγξ στέρνῳ καὶ θώρακι, κεφαλῇ δὲ ὁ στρατηγός, οὐχ αὐτοῦ δόξειεν ἂν ἀποκινδυνεύων παραμελεῖν καὶ θρασυνόμενος, ἀλλʼ ἁπάντων, οἷς ἡ σωτηρία γίνεται διʼ αὐτοῦ καὶ τοὐναντίον, ὅθεν ὁ Καλλικρατίδας, καίπερ ὢν τἆλλα μέγας, οὐκ εὖ πρὸς τὸν μάντιν εἶπε· δεομένου γὰρ αὐτοῦ φυλάττεσθαι θάνατον, ὡς τῶν ἱερῶν προδηλούντων, ἔφη μὴ παρʼ· ἕνα εἶναι τὰν Σπάρταν.