Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

Κάτων ὁ πρεσβύτερος πρός τινας ἐπαινοῦντας

paris.1624.277
ἄνθρωπον ἀλογίστως παράβολον καὶ τολμηρὸν ἐν τοῖς πολεμικοῖς διαφέρειν ἔφη τὸ πολλοῦ τινα τὴν ἀρετὴν ἀξίαν καὶ τὸ μὴ πολλοῦ ἄξιον τὸ ζῆν νομίζειν ὀρθῶς ἀποφαινόμενος. ὁ γοῦν παρʼ Ἀντιγόνῳ στρατευόμενος ἰταμός, φαῦλος δὲ τὴν ἕξιν καὶ τὸ σῶμα διεφθορώς, ἐρομένου τοῦ βασιλέως τὴν αἰτίαν τῆς ὠχρότητος ὡμολόγησέ τινα νόσον τῶν ἀπορρήτων·

ἐπεὶ δὲ φιλοτιμηθεὶς ὁ βασιλεὺς προσέταξε τοῖς ἰατροῖς, ἐάν τις ᾖ βοήθεια, μηδὲν ἐλλιπεῖν τῆς ἄκρας ἐπιμελείας, οὕτω θεραπευθεὶς ὁ γενναῖος ἐκεῖνος οὐκέτʼ ἦν φιλοκίνδυνος οὐδὲ ῥαγδαῖος ἐν τοῖς ἀγῶσιν, ὥστε καὶ τὸν Ἀντίγονον ἐγκαλεῖν καὶ θαυμάζειν τὴν μεταβολήν. οὐ μὴν ὁ ἄνθρωπος ἀπεκρύψατο τὸ

paris.1624.278
αἴτιον, ἀλλʼ εἶπεν ὦ βασιλεῦ, σύ με πεποίηκας ἀτολμότερον, ἀπαλλάξας ἐκείνων τῶν κακῶν διʼ ἃ τοῦ ζῆν ὠλιγώρουν.