Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἁρπάσαντες οὖν ὑπὸ σπουδῆς ᾧ τις ἕκαστος ὅπλῳ προσετύγχανεν, ἐκ τοῦ παρόντος ἐβοήθουν. πάντων δὲ πρῶτος Μάλλιος, ἀνὴρ ὑπατικὸς, τό τε σῶμα ῥωμαλέος καὶ φρονήματι ψυχῆς ἐπιφανής, ἀπαντήσας δυσὶν ὁμοῦ τῶν πολεμίων τοῦ μὲν ἔφθασε διῃρμένου κοπίδα τῷ ξίφει τὴν δεξιὰν ἀποκόψας, τὸν δὲ τῷ θυρεῷ πατάξας εἰς τὸ πρόσωπον ἔωσεν ὀπίσω κατὰ τῆς πέτρας.

ἐπιστὰς δὲ τῷ τείχει μετὰ τῶν συνδραμόντων καὶ γενομένων περὶ αὐτὸν ἀπέστρεψε τοὺς ἄλλους, οὔτε πολλοὺς ἄνω γενομένους οὔτε πράξαντάς τι τῆς τόλμης ἄξιον, οὕτω δὲ τὸν

paris.1624.143
κίνδυνον ἐκφυγόντες ἅμʼ ἡμέρᾳ τὸν μὲν ἄρχοντα
p.162
τῶν φυλάκων ἔρριψαν εἰς τοὺς πολεμίους κατὰ τῆς πέτρας, τῷ δὲ Μαλλίῳ τῆς νίκης ἀριστεῖα πρὸς τιμὴν μεγάλην[*](μεγάλην deleted by Coraës and Bekker.) μᾶλλον ἢ χρείαν ψηφισάμενοι συνήνεγκαν ὅσον ἡμέρας ἕκαστος ἐλάμβανεν εἰς τροφήν, σίτου μὲν ἡμίλιτρον ἐπιχωρίου οὕτω γὰρ καλοῦσιν αὐτό, οἴνου δὲ κοτύλης Ἑλληνικῆς τέταρτον.

ἐκ τούτου τὰ τῶν Κελτῶν ἦν ἀθυμότερα. καὶ γὰρ ἐπιτηδείων ἐσπάνιζον εἰργόμενοι προνομῆς φόβῳ τοῦ Καμίλλου, καὶ νόσος ὑποικούρησεν αὐτοὺς ἐν νεκρῶν πλήθει χύδην καταβεβλημένων σκηνοῦντας ἐν ἐρειπίοις, τό τε βάθος τῆς τέφρας ἀέρα ξηρότητι καὶ δριμύτητι φαῦλον ὑπὸ πνευμάτων καὶ καυμάτων ἀναθυμιώσης ἐλυμαίνετο τὰ σώματα διὰ τῆς ἀναπνοῆς.

μάλιστα δʼ ἡ μεταβολὴ τῆς συντρόφου διαίτης ἐκ τόπων σκιερῶν καὶ θέρους καταφυγὰς ἀλύπους ἐχόντων ἐμβαλόντας εἰς χώραν ταπεινὴν καὶ κεκραμένην ἀφυῶς πρὸς τὸ μετόπωρον ἐκίνησεν αὐτούς, ἥ τε πρὸς τῷ Καπιτωλίῳ καθέδρα καὶ σχολὴ γενομένη χρόνιος, ἕβδομον γὰρ ἐκεῖνον οἱκούρουν μῆνα πολιορκοῦντες. ὥστε φθορὰν εἶναι πολλὴν ἐν τῷ στρατοπέδῳ καὶ μηδὲ θάπτεσθαι διὰ πλῆθος ἔτι τοὺς ἀποθνῄσκοντας.

οὐ μὴν παρὰ[*](παρὰ MSS. and edd., including Sintenis1:περὶ. ) τοῦτο τὰ πράγματα βελτίω τοῖς πολιορκουμένοις ἦν. ἐπέτεινε γὰρ ὁ λιμός, ἥ τε τῶν περὶ Κάμιλλον ἄγνοια παρεῖχε δυσθυμίαν οὐδεὶς γὰρ ἐφοίτα παρʼ αὐτῶν διὰ τὸ φρουρεῖσθαι

p.164
τὴν πόλιν ἀκριβῶς ὑπὸ τῶν βαρβάρων, ὅθεν οὕτω πράττουσιν ἀμφοτέροις ἐγίνοντο συμβατικοὶ λόγοι διὰ τῶν προφυλάκων τὸ πρῶτον ἀλλήλοις ἐντυγχανόντων·