Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐκείνων δὲ δεξαμένων προθύμως ἀφικόμενος ὁ Κάμιλλος ἤδη μὲν ἐν ὅπλοις δισμυρίους κατέλαβε, πλείονας δὲ συνῆγεν ἀπὸ τῶν

p.158
συμμάχων καὶ παρεσκευάζετο πρὸς τὴν ἐπίθεσιν. οὕτω μὲν ᾑρέθη δικτάτωρ ὁ Κάμιλλος τὸ δεύτερον καὶ πορευθεὶς εἰς Οὐηΐους ἐνέτυχε τοῖς στρατιώταις καὶ συνῆγε πλείους ἀπὸ τῶν συμμάχων ὡς ἐπιθησόμενος τοῖς πολεμίοις.[*](Οὕτω πολεμίοις deleted by Bekker, after Reiske.) ἐν δὲ τῇ Ῥώμῃ τῶν βαρβάρων τινὲς ἐκείνῃ κατὰ τύχην παρεξιόντες, ᾗ διὰ νυκτὸς ὁ Πόντιος προσέβη τῷ Καπιτωλίῳ, καταμαθόντες πολλαχῇ μὲν ἴχνη ποδῶν καὶ χειρῶν, ὡς ἀντελαμβάνετο καὶ περιεδράττετο, πολλαχῇ δὲ τῶν ἐπιπεφυκότων τοῖς κρημνοῖς ἀποτριβὰς καὶ περιολισθήσεις τῶν γεωδῶν, φράζουσι τῷ βασιλεῖ.

κἀκεῖνος ἐπελθὼν καὶ θεασάμενος τότε μὲν ἡσύχαζεν, ἑσπέρας δὲ τοὺς ἐλαφροτάτους τοῖς σώμασι καὶ πεφυκότας ὀρειβατεῖν μάλιστα τῶν Κελτῶν συναγαγών, Τὴν μὲν ὁδόν, εἶπεν, ἡμῖν ἐφʼ ἑαυτοὺς ἀγνοουμένην οἱ πολέμιοι δεικνύουσιν ὡς οὔτʼ ἀπόρευτος οὔτε ἄβατος ἀνθρώποις ἐστίν, αἰσχύνη δὲ πολλὴ τὴν ἀρχὴν ἔχοντας ἐλλείπειν πρὸς τὸ τέλος καὶ προέσθαι τὸν τόπον ὡς ἀνάλωτον, αὐτῶν τῶν πολεμίων ᾗ ληπτός ἐστι διδασκόντων, ᾗ γὰρ ἑνὶ προσβῆναι ῥᾴδιον, οὐδὲ πολλοῖς καθʼ ἕνα δύσκολον, ἀλλὰ καὶ ῥώμη καὶ βοήθεια πολλὴ μετʼ ἀλλήλων ἐπιχειροῦσι. δωρεαὶ δὲ καὶ τιμαὶ πρέπουσαι τῆς ἀνδραγαθίας ἑκάστῳ δοθήσονται.

τοιαῦτα τοῦ βασιλέως διαλεχθέντος ὑπέστησαν οἱ Γαλάται προθύμως, καὶ περὶ μέσας νύκτας ἐπιβάντες ἅμα πολλοὶ τῆς πέτρας

p.160
ἐχώρουν ἄνω μετὰ σιωπῆς, ἐμφυόμενοι τοῖς χωρίοις ἀποτόμοις οὖσι καὶ χαλεποῖς, οὐ μὴν ἀλλὰ μᾶλλον ἢ προσεδοκήθη πειρωμένων αὐτῶν προσιεμένοις καὶ παρείκουσιν,

ὥστε τοὺς πρώτους ἁψαμένους τῶν ἄκρων καὶ διασκευασαμένους ὅσον οὐκ ἤδη τοῦ προτειχίσματος ἅπτεσθαι καὶ τοῖς φύλαξιν ἐπιχειρεῖν κοιμωμένοις· ᾔσθετο γὰρ οὔτʼ ἄνθρωπος οὔτε κύων. ἀλλὰ χῆνες ἦσαν ἱεροὶ περὶ τὸν νεὼν τῆς Ἥρας τρεφόμενοι τὸν ἄλλον χρόνον ἀφθόνως, τότε δὲ τῶν σιτίων ἤδη γλίσχρως καὶ μόλις αὐτοῖς διαρκούντων ἀμελούμενοι κακῶς ἔπραττον.

ἔστι μὲν οὖν καὶ φύσει πρὸς αἴσθησιν ὀξὺ καὶ ψοφοδεὲς τὸ ζῷον ἐκεῖνοι δὲ καὶ διὰ λιμὸν ἀγρυπνητικοὶ καὶ θορυβώδεις γεγονότες ταχὺ τὴν ἔφοδον ᾔσθοντο τῶν Γαλατῶν, καὶ μετὰ δρόμου καὶ κλαγγῆς φερόμενοι πρὸς αὐτούς ἐπήγειραν ἅπαντας, ἤδη καὶ τῶν βαρβάρων διὰ τὸ μὴ λανθάνειν ἀφειδούντων θορύβου καὶ βιαιότερον ἐπιτιθεμένων.