Lycurgus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐχώρει δὲ ὁ βασιλεὺς ἐπὶ τοὺς πολεμίους ἔχων μεθʼ ἑαυτοῦ στεφανίτην ἀγῶνα νενικηκότα. καὶ φασὶ γέ τινα χρημάτων πολλῶν ἐν Ὀλυμπίοις

paris.1624.54
διδομένων αὐτῷ μὴ δεξάμενον, ἀλλὰ πολλῷ πόνῳ καταπαλαίσαντα τὸν ἀνταγωνιστήν, ὥς τις εἶπεν αὐτῷ, τί σοι πλέον, ὦ Λάκων, γέγονε διὰ τῆς νίκης; φάναι μειδιάσαντα, πρὸ τοῦ βασιλέως τεταγμένος μαχοῦμαι τοῖς πολεμίοις.

τρεψάμενοι δὲ καὶ νικήσαντες ἐδίωκον ὅσον ἐκβεβαιώσασθαι τὸ νίκημα τῇ φυγῇ τῶν πολεμίων, εἶτα εὐθὺς ἀνεχώρουν, οὔτε γενναῖον οὔτε Ἑλληνικὸν ἡγούμενοι κόπτειν καὶ φονεύειν ἀπολεγομένους καὶ παρακεχωρηκότας. ἦν δὲ οὐ μόνον καλὸν τοῦτο καὶ μεγαλόψυχον, ἀλλὰ καὶ χρήσιμον. εἰδότες γὰρ οἱ μαχόμενοι πρὸς αὐτοὺς ὅτι τοὺς ὑφισταμένους ἀναιροῦσι, φείδονται δὲ τῶν ἐνδιδόντων, τοῦ μένειν τὸ φεύγειν ἡγοῦντο λυσιτελέστερον.