Lycurgus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐχρῶντο δὲ καὶ γυμνασίοις μαλακωτέροις παρὰ τὰς στρατείας, καὶ τὴν ἄλλην δίαιταν οὐχ οὕτω κεκολασμένην οὐδʼ ὑπεύθυνον τοῖς νέοις παρεῖχον, ὥστε μόνοις ἀνθρώπων ἐκείνοις τῆς εἰς τὸν πόλεμον ἀσκήσεως ἀνάπαυσιν εἶναι τὸν πόλεμον. ἤδη δὲ συντεταγμένης τῆς φάλαγγος αὐτῶν καὶ τῶν πολεμίων παρόντων,[*](παρόντων MSS., Coraës, Sintenis1, and Bekker: ὁρώντων (in the sight of), with Xenophon, Reip. Lac. xiii. 8.) ὁ βασιλεὺς ἅμα τήν τε χίμαιραν ἐσφαγιάζετο καὶ στεφανοῦσθαι παρήγγελλε πᾶσι καὶ τοὺς αὐλητὰς αὐλεῖν ἐκέλευε τὸ Καστόρειον μέλος·

ἅμα δ’ ἐξῆρχεν ἐμβατηρίου παιᾶνος, ὥστε σεμνὴν ἅμα καὶ καταπληκτικὴν τὴν ὄψιν εἶναι, ῥυθμῷ τε πρὸς τὸν αὐλὸν ἐμβαινόντων καὶ μήτε διάσπασμα ποιούντων ἐν τῇ φάλαγγι μήτε ταῖς ψυχαῖς θορυβουμένων, ἀλλὰ πρᾴως καὶ ἱλαρῶς ὑπὸ τοῦ μέλους ἀγομένων ἐπὶ τὸν κίνδυνον. οὔτε γάρ φόβον οὔτε θυμὸν ἐγγίνεσθαι πλεονάζοντα

p.276
τοῖς οὕτω διακειμένοις εἰκός ἐστιν, ἀλλʼ εὐσταθὲς φρόνημα μετʼ ἐλπίδος καὶ θράσους, ὡς τοῦ θεοῦ συμπαρόντος.