Romulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

πολλὴν δὲ καὶ σὺν αὑτῷ δύναμιν ἦγε συλλελοχισμένην εἰς ἑκατοστύας· ἑκάστης δʼ ἀνὴρ ἀφηγεῖτο χόρτου καὶ ὕλης ἀγκαλίδα κοντῷ περικειμένην ἀνέχων· μανίπλα ταύτας Λατῖνοι καλοῦσιν· ἀπʼ ἐκείνου δὲ καὶ νῦν ἐν τοῖς στρατεύμασι τούτους μανιπλαρίους ὀνομάζουσιν. ἅμα δὲ τοῦ μὲν Ῥέμου τοὺς ἐντὸς ἀφιστάντος, τοῦ δὲ Ῥωμύλου προσάγοντος ἔξωθεν, οὔτε πράξας οὐδὲν ὁ τύραννος οὔτε βουλεύσας σωτήριον ἑαυτῷ διὰ τὸ ἀπορεῖν καὶ ταράττεσθαι, καταληφθεὶς ἀπέθανεν.

ὧν τὰ πλεῖστα καὶ Φαβίου λέγοντος καὶ τοῦ Πεπαρηθίου Διοκλέους (FHG III 78), ὃς δοκεῖ πρῶτος ἐκδοῦναι Ῥώμης κτίσιν, ὕποπτον μὲν ἐνίοις ἐστὶ τὸ δραματικὸν καὶ πλασματῶδες, οὐ δεῖ δʼ ἀπιστεῖν τὴν τύχην ὁρῶντας οἵων ποιημάτων δημιουργός ἐστι, καὶ τὰ Ῥωμαίων πράγματα λογιζομένους, ὡς οὐκ ἂν ἐνταῦθα προὔβη δυνάμεως, μὴ θείαν τινʼ ἀρχὴν λαβόντα καὶ μηδὲν μέγα μηδὲ παράδοξον ἔχουσαν.

Ἀμουλίου δʼ ἀποθανόντος καὶ τῶν πραγμάτων καταστάντων, Ἄλβην μὲν οὔτʼ οἰκεῖν μὴ ἄρχοντες οὔτʼ ἄρχειν ἐβούλοντο τοῦ μητροπάτορος ζῶντος, ἀποδόντες δὲ τὴν ἡγεμονίαν ἐκείνῳ καὶ τῇ μητρὶ τιμὰς πρεπούσας, ἔγνωσαν οἰκεῖν καθʼ ἑαυτούς, πόλιν ἐν οἷς χωρίοις ἐξ ἀρχῆς ἐνετράφησαν κτίσαντες· αὕτη γὰρ εὐπρεπεστάτη τῶν αἰτιῶν ἐστιν.