Romulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐν δὲ πολλαῖς καὶ μεγάλαις ἀνάγκαις ὁ Φαιστύλος οὔτʼ ἀήττητον ἑαυτὸν διεφύλαξεν, οὔτε παντάπασιν ἐκβιασθείς, σῴζεσθαι μὲν ὡμολόγησε τοὺς παῖδας, εἶναι δʼ ἄπωθεν τῆς Ἄλβης ἔφη νέμοντας· αὐτὸς δὲ τοῦτο πρὸς τὴν Ἰλίαν φέρων βαδίζειν, πολλάκις ἰδεῖν καὶ θιγεῖν ἐπʼ ἐλπίδι βεβαιοτέρᾳ τῶν τέκνων ποθήσασαν.

ὅπερ οὖν οἱ ταραττόμενοι καὶ μετὰ δέους ἢ πρὸς ὀργὴν πράττοντες ὁτιοῦν ἐπιεικῶς πάσχουσι, συνέπεσε παθεῖν τὸν Ἀμούλιον. ἄνδρα γὰρ ἄλλῃ τε χρηστὸν καὶ τοῦ Νομήτορος φίλον ὑπὸ σπουδῆς ἔπεμψε, διαπυθέσθαι τοῦ Νομήτορος κελεύσας, εἴ τις ἥκοι λόγος εἰς αὐτὸν ὑπὲρ τῶν παίδων ὡς περιγενομένων.

ἀφικόμενος οὖν ὁ ἄνθρωπος καὶ θεασάμενος ὅσον οὔπω τὸν Ῥέμον ἐν περιβολαῖς καὶ φιλοφροσύναις τοῦ Νομήτορος, τήν τε πίστιν ἰσχυρὰν ἐποίησε τῆς ἐλπίδος, καὶ παρεκελεύσατο τῶν πραγμάτων ὀξέως ἀντιλαμβάνεσθαι, καὶ συνῆν αὐτοῖς ἤδη καὶ συνέπραττεν. ὁ δὲ καιρὸς οὐδὲ βουλομένοις ὀκνεῖν παρεῖχεν. ὁ γὰρ Ῥωμύλος ἐγγὺς ἦν ἤδη, καὶ πρὸς αὐτὸν ἐξέθεον οὐκ ὀλίγοι τῶν πολιτῶν μίσει καὶ φόβῳ τοῦ Ἀμουλίου.