Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδʼ ἐφίεται Ὄρθων·
  2. χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις.
  3. καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω πότμον· ἀντὶ δὲ πολλᾶς
  4. πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.