Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Ὑμῖν τοῦτο θεαὶ κεχαρισμένον ἐννέα πάσαις
  2. τὤγαλμα Ξενοκλῆς θῆκε τὸ μαρμάρινον,
  3. μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ. σοφίῃ δʼ ἐπὶ τῇδε
  4. αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται.