Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. λῇς ποτὶ τᾶν Νυμφᾶν διδύμοις αὐλοῖσιν ἀεῖσαι
  2. ἁδύ τί μοι; κἠγὼ πακτίδʼ ἀειράμενος
  3. ἀρξεῦμαί τι κρέκειν, ὁ δὲ βουκόλος ἄμμιγα θελξεῖ
  4. Δάφνις, κηροδέτῳ πνεύματι μελπόμενος.
  5. ἐγγὺς δὲ στάντες λασίας δρυὸς ἄντρου ὄπισθεν
  6. Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.