Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ἕζεο δὴ τηνεῖ καὶ τῷ χαρίεντι Πριήπῳ
  2. εὔχεʼ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,
  3. κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἢν δʼ ἀνανεύσῃ,
  4. τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι·
  5. ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω
  6. σακίταν. ἀίοι δʼ εὐμενέως ὁ θεός.