Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. τήναν τὰν λαύραν τάς τε δρύας αἰπόλε κάμψας
  2. σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον,
  3. τρισκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητι
  4. παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.
  5. σακός οἱ ἱερὸς περιδέδρομεν, ἀέναον δὲ
  6. ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει
  7. δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ.
  8. ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι
  9. ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς
  10. κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη.
  11. ξουθαὶ δʼ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι
  12. μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα.
  13. 176
  14. ἕζεο δὴ τηνεῖ καὶ τῷ χαρίεντι Πριήπῳ
  15. εὔχεʼ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,
  16. κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἢν δʼ ἀνανεύσῃ,
  17. τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι·
  18. ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω
  19. σακίταν. ἀίοι δʼ εὐμενέως ὁ θεός.