Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα
  2. ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσι,
  3. ταὶ δὲ μελάμφυλλοι δάφναι τὶν Πύθιε Παιάν,
  4. δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε.
  5. βωμὸν δʼ αἱμαξεῖ κεραὸς τράγος οὗτος ὁ μαλός,
  6. τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.
175
  1. Δάφνις ὁ λευκόχρως, ὁ καλᾷ σύριγγι μελίσδων
  2. βουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε,
  3. τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα,
  4. νεβρίδα, τὰν πήραν, ᾇ ποκʼ ἐμαλοφόρει.
  1. εὕδεις φυλλοστρῶτι πέδῳ Δάφνι σῶμα κεκμακὸς
  2. ἀμπαύων· στάλικες δʼ ἀρτιπαγεῖς ἀνʼ ὄρη.
  3. ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος
  4. κισσὸν ἐφʼ ἱμερτῷ κρατὶ καθαπτόμενος,
  5. ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε,
  6. φεῦγε μεθεὶς ὕπνου κῶμα καταγρόμενον.