Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. καί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα.
  2. οὐδʼ αὐτήν γέ νυ πάμπαν ἔολπά δε τοῦτό γε λήθειν.
  3. τῷ μηδʼ ἐξείπῃς πότʼ, ἐμὸν θάλος, ὥς σευ ἀκηδέω,
  4. μηδʼ εἴ κʼ ἠυκόμου Νιόβης πυκινώτερα κλαίω.
  5. οὐδὲν γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαι
  6. μητέρι δυσπαθέοντος· ἐπεὶ δέκα μῆνας ἔκαμνον
  7. πρὶν ἤπερ τʼ ἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατʼ ἔχουσα,
  8. καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος·
  9. ὧδέ ἑ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην.
  10. νῦν δέ μοι οἴχεται υἱὸς ἐπʼ ἀλλοτρίης νέον ἆθλον
  11. ἐκτελέων· οὐδʼ οἶδα δυσάμμορος, εἴτε μιν αὐτὸν
  12. ἐνθάδε νοστήσανθʼ ὑποδέξομαι, εἴτε καὶ οὐκί.
  13. πρὸς δʼ ἔτι μʼ ἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειρος
  14. ὕπνον· δειμαίνω δὲ παλίγκοτον ὄψιν ἰδοῦσα
  15. ἐκπάγλως, μή μοί τι τέκνοις ἀποθύμιον ἔρδοι.
  16. εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσὶ
  17. παῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη·
  18. τῇ μεγάλην ἐλάχαινε δεδεγμένος ὡς ἐπὶ μισθῷ
  19. τάφρον τηλεθάοντος ἐπʼ ἐσχατιῇ τινος ἀγροῦ,
  20. γυμνὸς ἄτερ χλαίνης τε καὶ εὐμίτροιο χιτῶνος.